Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον, πλείστους ἐξ ἑαυτῶν συμπέμψαντες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι.

p.569
ὕστερον δὲ χρόνοις πολλοῖς ὁ Περσικὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν. εἶτʼ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους. Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῇ μάχῃ ταύτης μὲν τῆς ἐλπίδος διεσφάλησαν, ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν. κακωθέντες δʼ ὑπό τε τούτου τοῦ πολέμου καὶ τῶν Μακεδόνων ἐπιθεμένων τοῖς Ἕλλησιν, ὑπὸ τῶν αὐτῶν τούτων καὶ ἀπέβαλον τὴν πόλιν κατασκαφεῖσαν καὶ ἀνέλαβον ἀνακτισθεῖσαν. ἐξ ἐκείνου δʼ ἤδη πράττοντες ἐνδεέστερον ἀεὶ μέχρι εἰς ἡμᾶς οὐδὲ κώμης ἀξιολόγου τύπον σώζουσι· καὶ αἱ ἄλλαι δὲ πόλεις ἀνάλογον πλὴν Τανάγρας καὶ Θεσπιῶν· αὗται δʼ ἱκανῶς συμμένουσι πρὸς ἐκείνας κρινόμεναι.

ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ. ἀρχὴ δʼ ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθʼ ὃν ἡ παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων. μετὰ δὲ τὸ Δελφίνιον ὁ Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν ἡ νῦν Ἐρέτρια, διάπλους δʼ ἐπʼ αὐτὴν στάδιοι τετταράκοντα.

εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον· ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφʼ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή.

p.570

εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.