Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

Λεβάδεια δʼ ἐστίν, ὅπου Διὸς Τροφωνίου μαντεῖον ἵδρυται, χάσματος ὑπονόμου κατάβασιν ἔχον, καταβαίνει δʼ αὐτὸς ὁ χρηστηριαζόμενος· κεῖται δὲ μεταξὺ τοῦ Ἑλικῶνος καὶ τῆς Χαιρωνείας, Κορωνείας πλησίον.

τὰ δὲ Λεῦκτρά ἐστιν, ὅπου Λακεδαιμονίους μεγάλῃ μάχῃ νικήσας Ἐπαμεινώνδας ἀρχὴν εὕρετο τῆς καταλύσεως αὐτῶν· οὐκέτι γὰρ ἐξ ἐκείνου τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν ἴσχυσαν ἣν εἶχον πρότερον, καὶ μάλιστʼ ἐπειδὴ καὶ τῇ δευτέρᾳ συμβολῇ τῇ περὶ Μαντίνειαν κακῶς ἔπραξαν. τὸ μέντοι μὴ ὑφʼ ἑτέροις εἶναι καίπερ οὕτως ἐπταικόσι συνέμεινε μέχρι τῆς Ῥωμαίων ἐπικρατείας· καὶ παρὰ τούτοις δὲ

p.585
τιμώμενοι διατελοῦσι διὰ τὴν τῆς πολιτείας ἀρετήν. δείκνυται δὲ ὁ τόπος οὗτος κατὰ τὴν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς ὁδόν.

ἑξῆς δʼ ὁ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων καταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους. καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν· ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Ἀργοναύτας Μινύας λεχθῆναι. φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα· τοῦ μὲν οὖν πλούτου μάρτυς καὶ Ὅμηρος· διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματήσαντάς φησιν οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας. τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενίοις καὶ Ἐργίνῳ τῷ τυραννοῦντι αὐτῶν, ὃν ὑφʼ Ἡρακλέους καταλυθῆναί φασιν. Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῷ τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν, ὃς εἴτʼ ἐν τῷ λαμβάνειν χάριτας εἴτʼ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς θεὰς ἐτίμησε ταύτας[*](post ταύτας· ἀνάγκη γὰρ πρὸς εὐεργεσίαν εὐφυῆ γενόμενον ἐκεῖνον πρὸς τὴν τῶν θεῶν τούτων ὁρμῆσαι τιμήν, ὥστε ταύτην μὲν ἐκέκτητο ἤδη τὴν δύναμιν. ἀλλὰ πρὸς ταύτῃ καὶ χρημάτων ἔδει· οὔτε γὰρ μὴ ἔχων τις πολλὰ διδοίη ἂν πολλά, ὅ τε μὴ λαμβάνων πολλὰ οὐκ ἂν ἒχοι πολλά· εἰ δʼ ἀμφότερα συνέχει, τὴν ἀμοιβὴν ἔχει. τὸ γὰρ κενούμενον ἅμα καὶ πληρούμενον πρὸς τὴν χρείαν ἀεὶ πλῆρές ἐστιν, ὁ δὲ διδοὺς μὲν μὴ λαμβάνων δὲ οὐδʼ ἂν ἐπὶ θάτερα κατορθοίη· παύσεται ψὰρ διδοὺς ἐπιλείποντος τοῦ ταμείου, παύσονται δὲ καὶ οἱ διδόντες τῷ λαμβάνοντι μόνον, χαριζομένω δὲ μηδέν, ὥστʼ οὐδʼ οὗτος ἑτέρως ἂν κατορθοίη. ὅμοια δὲ καὶ περὶ δυνάμεως λέγοιτʼ ἄν. χωρὶς δὲ τοῦ κοινοῦ λόγου διότι τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει, καὶ ἐκ τῶν καθʼ ἕκαστα σκοπεῖν δεῖ. μάλιστα γὰρ τοὺς βασιλέας δύνασθαί φαμεν· διόπερ καὶ δυνάστας προσαγορεύομεν. δύνανται δʼ ἄγοντες ἐφʼ ἃ βούλονται τὰ πλήθη διὰ πειθοῦς ἢ βίας. πείθουσι μὲν οὖν διʼ εὐεργεσίας μάλιστα· ουʼ γὰρ ἥ γε διὰ τῶν λόγων ἐστὶ βασιλική, ἀλλʼ αὕτη μὲν ῥητορική· βασιλικὴν δὲ πειθὼ λέγομεν, ὅταν εὐεργεσίαις φέρωσι καὶ ἄγωσιν ἐφʼ ἃ βούλονται· πείθουσι μὲν δὴ διʼ εὐεργεσιῶν, βιάζονται δὲ διὰ τῶν ὅπλων. ταῦτα δʼ ἄμφω χρημάτων ὤνιά ἐστι· καὶ γὰρ στρατιὰν ἔχει πλείστην ὁ πλείστην τρέφειν δυνάμενος, καὶ εὐεργετεῖν δύναται πλεῖστον ὁ πλεῖστα κεκτημένος.). λέγουσι δὲ τὸ χωρίον, ὅπερ ἡ λίμνη

p.586
κατέχει νῦν ἡ Κωπαΐς, ἀνεψῦχθαι πρότερον καὶ γεωργεῖσθαι παντοδαπῶς ὑπὸ τοῖς Ὀρχομενίοις ὂν πλησίον οἰκοῦσι· καὶ τοῦτʼ οὖν τεκμήριον τοῦ πλούτου τιθέασι.

τὴν δʼ Ἀσπληδόνα χωρὶς τῆς πρώτης συλλαβῆς ἐκάλουν τινές· εἶτʼ Εὐδείελος μετωνομάσθη καὶ αὐτὴ καὶ ἡ χώρα, τάχα τι ἰδίωμα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος οἰκεῖον τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ εὐχείμερον[*](post εὐχείμερον· ψυχρότατα μὲν γὰρ τὰ ἄκρα τῆς ἡμέρας ἐστί, τούτων δὲ τὸ δειλινὸν τοῦ ἑωθινοῦ ψυχρότερον· εἰς ἐπίτασιν γὰρ ἄγει πλησιάζον τῇν νυκτί, τὸ δʼ εἰς ἄνεσιν ἀφιστάμενον τῆς νυκτός. ἴαμα δὲ τοῦ ψύχους ὁ ἥλιος· τὸ οὖν ἡλιαζόμενον πλεῖστον ἐν τῶ ψυχροτάτω καιρῷ εὐχειμερώτατον.). διέχει δὲ τοῦ Ὀρχομενοῦ στάδια εἴκοσι· μεταξὺ δʼ ὁ Μέλας ποταμός.

ὑπέρκειται δʼ Ὀρχομενίας ὁ Πανοπεύς, Φωκικὴ πόλις, καὶ Ὑάμπολις· τούτοις δʼ ὁμορεῖ Ὀποῦς, ἡ τῶν Λοκρῶν μητρόπολις τῶν Ἐπικνημιδίων. πρότερον μὲν οὖν οἰκεῖσθαι τὸν Ὀρχομενόν φασιν ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνοικισθῆναι πρὸς τὸ Ἀκόντιον ὄρος, παρατεῖνον ἐπὶ ἑξήκοντα σταδίους μέχρι Παραποταμίων τῶν ἐν τῇ Φωκίδι. ἱστοροῦσι δὲ τοὺς ἐν τῷ Πόντῳ καλουμένους Ἀχαιοὺς ἀποίκους Ὀρχομενίων εἶναι τῶν μετὰ Ἰαλμένου πλανηθέντων ἐκεῖσε μετὰ τὴν τῆς Τροίας ἅλωσιν. καὶ περὶ Κάρυστον δʼ ἦν

p.587
τις Ὀρχομενός. εὖ γὰρ τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.

μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν ἡ Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος, σχίζων ἐφʼ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας· νῦν δὲ Λοκρῶν ἐστὶν ἡ χώρα (τὸ δὲ πόλισμα κατέσκαπται), ὥστʼ οὐδʼ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίᾳ θαλάττης ἡ Φωκίς, τῷ δὲ Κρισαίῳ κόλπῳ συνῆπται. αὐτὴ γὰρ ἡ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπʼ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῇ μεσογαίᾳ συνεχῆ κείμενα χωρία πρὸς τῷ Παρνασσῷ, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς ὁ Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν. ὃν τρόπον δʼ ἡ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα. διττὴ γάρ ἐστι διῃρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῷ Παρνασσῷ καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δʼ ἐπὶ τὸν Κρισαῖον κόλπον, ἡ δʼ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλατταν. καλοῦνται δʼ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῇ δημοσίᾳ σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον· οἱ δʼ ἕτεροι δίχα πως καὶ αὐτοὶ διῃρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν. ἐν μέσῳ δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός,

p.588
παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων. πάλιν γὰρ ὥσπερ ἡ Λοκρὶς διττὴ οὖσα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω καὶ ἡ πᾶσα Οἰταία μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τόπων τῆς Δωρικῆς τετραπόλεως τῇ Λοκρίδι ἑκατέρᾳ καὶ Παρναςσῷ καὶ τοῖς Δωριεῦσιν. ὑπὲρ τούτων δʼ ἤδη οἱ Θετταλοὶ καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρνᾶνες καί τινα τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν· δεῖ δέ, ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥςπερ ταινίας τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀνατολὰς νοῆσαι τὰς λεχθείσας χώρας. ἱεροπρεπὴς δʼ ἐστὶ πᾶς ὁ Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα· ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῷ Κιλικίῳ. τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῷ Παρνασσῷ, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω. αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευραὶ τῶν λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παράλληλοι ἅπασαί εἰσιν, ἡ μὲν οὖσα προσάρκτιος ἡ δὲ πρὸς νότον. αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑῴαις οὔκ εἰσι παράλληλοι· οὐδὲ ἡ παραλία ἑκατέρα, ἥ τε τοῦ Κρισαίου κόλπου μέχρι Ἀκτίου καὶ ἡ πρὸς Εὔβοιαν μέχρι τῆς Θεσσαλονικείας παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελευτᾷ ταῦτα τὰ ἔθνη· ἀλλʼ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα τούτων τῶν χωρίων ὡς ἂν ἐν τριγώνῳ παρὰ τὴν βάσιν
p.589
τεταμένων γραμμῶν πλειόνων· τὰ γὰρ ἀποληφθέντα σχήματα παράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς κατὰ μῆκος ἐναντίον πλευρὰς ἕξει παραλλήλους, τὰς δὲ κατὰ πλάτος οὐκέτι. ὁ μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθʼ ἕκαστα δʼ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι.

ταύτης δʼ ἐπιφανέσταται δύο πόλεις Δελφοί τε καὶ Ἐλάτεια· Δελφοὶ μὲν διὰ τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος καὶ τὸ μαντεῖον ἀρχαῖον ὄν, εἴ γε Ἀγαμέμνων ἀπʼ αὐτοῦ χρηστηριάσασθαι λέγεται ὑπὸ τοῦ ποιητοῦ· ὁ γὰρ κιθαρῳδὸς ᾁδων εἰσάγεται

  1. νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος,
  2. ὥς ποτε δηρίσαντο. —ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  3. χαῖρε νόῳ
  4. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ·
Hom. Od. 8.75 Δελφοὶ μὲν δὴ διὰ ταῦτα, Ἐλάτεια δὲ ὅτι πασῶν μεγίστη τῶν ἐνταῦθα πόλεων καὶ ἐπικαιριωτάτη διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς καὶ τὸν ἔχοντα ταύτην ἔχειν τὰς εἰσβολὰς τὰς εἰς τὴν Φωκίδα καὶ τὴν Βοιωτίαν. ὄρη γάρ ἐστιν Οἰταῖα πρῶτον, ἔπειτα τὰ τῶν Λοκρῶν καὶ τῶν Φωκέων, οὐ πανταχοῦ στρατοπέδοις βάσιμα τοῖς ἐκ Θετταλίας ἐμβάλλουσιν, ἀλλʼ ἔχει παρόδους στενὰς μὲν ἀφωρισμένας δέ, ἃς αἱ παρακείμεναι πόλεις φρουροῦσιν· ἁλουσῶν δʼ ἐκείνων κρατεῖσθαι συμβαίνει καὶ τὰς παρόδους. ἐπεὶ δʼ ἡ τοῦ ἱεροῦ ἐπιφάνεια τοῦ ἐν Δελφοῖς ἔχει πρεσβεῖον, καὶ ἅμα ἡ θέσις τῶν χωρίων ἀρχὴν ὑπαγορεύει φυσικήν (ταῦτα γάρ ἐστι τὰ ἑσπεριώτατα μέρη τῆς Φωκίδος), ἐντεῦθεν ἀρκτέον.

εἴρηται δʼ ὅτι καὶ ὁ Παρνασσὸς ἐπὶ τῶν ἑσπερίων ὅρων ἵδρυται τῆς Φωκίδος. τούτου δὴ τὸ μὲν πρὸς δύσιν πλευρὸν οἱ Λοκροὶ κατέχουσιν οἱ Ὀζόλαι, τὸ δὲ νότιον οἱ Δελφοί, πετρῶδες χωρίον θεατροειδές, κατὰ κορυφὴν ἔχον τὸ μαντεῖον καὶ τὴν πόλιν,

p.590
σταδίων ἑκκαίδεκα κύκλον πληροῦσαν. ὑπέρκειται δʼ αὐτῆς ἡ Λυκώρεια, ἐφʼ οὗ τόπου πρότερον ἵδρυντο οἱ Δελφοὶ ὑπὲρ τοῦ ἱεροῦ· νῦν δʼ ἐπʼ αὐτῷ οἰκοῦσι περὶ τὴν κρήνην τὴν Κασταλίαν. πρόκειται δὲ τῆς πόλεως ἡ Κίρφις ἐκ τοῦ νοτίου μέρους, ὄρος ἀπότομον, νάπην ἀπολιπὸν μεταξύ, διʼ ἧς Πλεῖστος διαρρεῖ ποταμός. ὑποπέπτωκε δὲ τῇ ὁ Κίρφει πόλις ἀρχαία Κίρρα, ἐπὶ τῇ θαλάττῃ ἱδρυμένη, ἀφʼ ἧς ἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων· ἵδρυται δʼ ἀπαντικρὺ Σικυῶνος. πρόκειται δὲ τῆς Κίρρας τὸ Κρισαῖον πεδίον εὔδαιμον. πάλιν γὰρ ἐφεξῆς ἐστιν ἄλλη πόλις Κρῖσα, ἀφʼ ἧς ὁ κόλπος Κρισαῖος· εἶτα Ἀντικύρα, ὁμώνυμος τῇ κατὰ τὸν Μαλιακὸν κόλπον καὶ τὴν Οἴτην. καὶ δή φασιν ἐκεῖ τὸν ἑλλέβορον φύεσθαι τὸν ἀστεῖον, ἐνταῦθα δὲ σκευάζεσθαι βέλτιον, καὶ διὰ τοῦτο ἀποδημεῖν δεῦρο πολλοὺς καθάρσεως καὶ θεραπείας χάριν· γίνεσθαι γάρ τι σησαμοειδὲς φάρμακον ἐν τῇ Φωκικῇ, μεθʼ οὗ σκευάζεσθαι τὸν Οἰταῖον ἑλλέβορον.

αὕτη μὲν οὖν συμμένει, ἡ δὲ Κίρρα καὶ ἡ Κρῖσα κατεσπάσθησαν, ἡ μὲν --- ὕστερον ὑπʼ Εὐρυλόχου τοῦ Θετταλοῦ κατὰ τὸν Κρισαῖον πόλεμον· εὐτυχήσαντες γὰρ οἱ Κρισαῖοι διὰ τὰ ἐκ τῆς Σικελίας καὶ τῆς Ἰταλίας τέλη, πικρῶς ἐτελώνουν τοὺς ἐπὶ τὸ ἱερὸν ἀφικνουμένους καὶ παρὰ τὰ προστάγματα τῶν Ἀμφικτυόνων. τὰ δʼ αὐτὰ καὶ τοῖς Ἀμφισσεῦσι συνέβη. Λοκρῶν δʼ εἰσὶν οὗτοι τῶν Ὀζολῶν. ἐπελθόντες γὰρ καὶ οὗτοι τήν τε Κρῖσαν ἀνέλαβον, καὶ τὸ πεδίον τὸ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνιερωθὲν αὖθις κατεγεώργουν, καὶ χείρους ἦσαν περὶ τοὺς ξένους τῶν πάλαι Κρισαίων. καὶ τούτους οὖν ἐτιμωρήσαντο οἱ Ἀμφικτύονες, καὶ τῷ θεῷ τὴν χώραν ἀπέδοσαν. ὠλιγώρηται δʼ ἱκανῶς καὶ τὸ ἱερόν, πρότερον δʼ ὑπερβαλλόντως

p.591
ἐτιμήθη. δηλοῦσι δʼ οἵ τε θησαυροὶ οὓς καὶ δῆμοι καὶ δυνάσται κατεσκεύασαν, εἰς οὓς καὶ χρήματα ἀνετίθεντο καθιερωμένα καὶ ἔργα τῶν ἀρίστων δημιουργῶν, καὶ ὁ ἀγὼν ὁ Πυθικὸς καὶ τὸ πλῆθος τῶν ἱστορουμένων χρησμῶν.

φασὶ δʼ εἶναι τὸ μαντεῖον ἄντρον κοῖλον κατὰ βάθους οὐ μάλα εὐρύστομον, ἀναφέρεσθαι δʼ ἐξ αὐτοῦ πνεῦμα ἐνθουσιαστικόν, ὑπερκεῖσθαι δὲ τοῦ στομίου τρίποδα ὑψηλόν, ἐφʼ ὃν τὴν Πυθίαν ἀναβαίνουσαν δεχομένην τὸ πνεῦμα ἀποθεσπίζειν ἔμμετρά τε καὶ ἄμετρα· ἐντείνειν δὲ καὶ ταῦτα εἰς μέτρον ποιητάς τινας ὑπουργοῦντας τῷ ἱερῷ. πρώτην δὲ Φημονόην γενέσθαι φασὶ Πυθίαν, κεκλῆσθαι δὲ καὶ τὴν προφῆτιν οὕτω καὶ τὴν πόλιν ἀπὸ τοῦ πυθέσθαι, ἐκτετάσθαι δὲ τὴν πρώτην συλλαβήν, ὡς ἐπὶ τοῦ ἀθανάτου καὶ ἀκαμάτου καὶ διακόνου[*](post διακόνου· ἡ μὲν οὖν ἐπίνοια αὕτη τῆς τε ῶν πόλεων κτίσεως καὶ τῆς τῶν κοινῶν ἱερῶν ἐκτιμήσεως. καὶ γαρ̀ κατὰ πόλεις συνῄεσαν καὶ κατὰ ἔθνος, φυσικῶς κοινωνικοὶ ὄντες, καὶ ἅμα τῆς παρʼ ἀλλήλων χρείας χάριν, καὶ εἰς τὰ ἱερὰ τὰ κοινὰ ἀπήντων διὰ τὰς αὐτὰς αἰτίας, ἑορτὰς καὶ πανηγύρεις συντελοῦντες. φιλικὸν γὰρ πᾶν τὸ τοιοῦτον, ἀπὸ τῶν ὁμοτραπέζων ἀρξάμενον καὶ ὁμοσπόνδων καὶ ὁμωροφίων. ὅσῳ δὲ πλεῖον καὶ ἐκ πλειόνων ἐπεδήμει, τοσῷδε μεῖζον καὶ τὸ ὄφελος ἐνομίζετο.).

ἡ μὲν οὖν ἐπὶ τὸ πλεῖον τιμὴ τῷ ἱερῷ τούτῳ διὰ τὸ χρηστήριον συνέβη δόξαντι ἀψευδεστάτῳ τῶν πάντων ὑπάρξαι, προσέλαβε δέ τι καὶ ἡ θέσις τοῦ τόπου. τῆς γὰρ Ἑλλάδος ἐν μέσῳ πώς ἐστι τῆς συμπάσης, τῆς τε ἐντὸς Ἰσθμοῦ καὶ τῆς ἐκτός, ἐνομίσθη δὲ καὶ τῆς οἰκουμένης, καὶ ἐκάλεσαν τῆς γῆς ὀμφαλόν, προσπλάσαντες καὶ μῦθον ὅν φησι Πίνδαρος, ὅτι συμπέσοιεν ἐνταῦθα οἱ ἀετοὶ οἱ ἀφεθέντες ὑπὸ τοῦ Διός, ὁ μὲν ἀπὸ τῆς δύσεως ὁ δʼ ἀπὸ τῆς ἀνατολῆς· οἱ δὲ κόρακάς

p.592
φασι. δείκνυται δὲ καὶ ὀμφαλός τις ἐν τῷ ναῷ τεταινιωμένος καὶ ἐπʼ αὐτῷ αἱ δύο εἰκόνες τοῦ μύθου.

τοιαύτης δὲ τῆς εὐκαιρίας οὔσης τῆς περὶ τοὺς Δελφούς, συνῄεσάν τε ῥᾳδίως ἐκεῖσε, μάλιστα δʼ οἱ ἐγγύθεν, καὶ δὴ καὶ τὸ Ἀμφικτυονικὸν σύστημα ἐκ τούτων συνετάχθη περί τε τῶν κοινῶν βουλευσόμενον καὶ τοῦ ἱεροῦ τὴν ἐπιμέλειαν ἕξον κοινοτέραν, ἅτε καὶ χρημάτων ἀποκειμένων πολλῶν καὶ ἀναθημάτων φυλακῆς καὶ ἁγιστείας δεομένων μεγάλης. τὰ πάλαι μὲν οὖν ἀγνοεῖται, Ἀκρίσιος δὲ τῶν μνημονευομένων πρῶτος διατάξαι δοκεῖ τὰ περὶ τοὺς Ἀμφικτύονας καὶ πόλεις ἀφορίσαι τὰς μετεχούσας τοῦ συνεδρίου καὶ ψῆφον ἑκάστῃ δοῦναι, τῇ μὲν καθʼ αὑτὴν τῇ δὲ μεθʼ ἑτέρας ἢ μετὰ πλειόνων, ἀποδεῖξαι δὲ καὶ τὰς Ἀμφικτυονικὰς δίκας ὅσαι πόλεσι πρὸς πόλεις εἰσίν· ὕστερον δʼ ἄλλαι πλείους διατάξεις γεγόνασιν, ἕως κατελύθη καὶ τοῦτο τὸ σύνταγμα, καθάπερ τὸ τῶν Ἀχαιῶν. αἱ μὲν οὖν πρῶται δυοκαίδεκα συνελθεῖν λέγονται πόλεις· ἑκάστη δʼ ἔπεμπε Πυλαγόραν, δὶς κατʼ ἔτος οὔσης τῆς συνόδου ἔαρός τε καὶ μετοπώρου· ὕστερον δὲ καὶ πλείους προσῆλθον πόλεις. τὴν δὲ σύνοδον Πυλαίαν ἐκάλουν τὴν μὲν ἐαρινὴν τὴν δὲ μετοπωρινήν, ἐπειδὴ ἐν Πύλαις συνήγοντο, ἃς καὶ Θερμοπύλας καλοῦσιν· ἔθυον δὲ τῇ Δήμητρι οἱ πυλαγόροι. τὸ μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐγγὺς μετῆν καὶ τούτων καὶ τοῦ μαντείου, ὕστερον δὲ καὶ οἱ πόρρωθεν ἀφικνοῦντο καὶ ἐχρῶντο τῷ μαντείῳ καὶ ἔπεμπον δῶρα καὶ θησαυροὺς κατεσκεύαζον, καθάπερ Κροῖσος καὶ ὁ πατὴρ Ἀλυάττης καὶ Ἰταλιωτῶν τινες καὶ Σικελοί.

ἐπίφθονος δʼ ὢν ὁ πλοῦτος δυσφύλακτός ἐστι κἂν ἱερὸς ᾖ. νυνί γέ τοι πενέστατόν ἐστι τὸ ἐν Δελφοῖς ἱερὸν χρημάτων γε χάριν, τῶν δʼ ἀναθημάτων τὰ μὲν

p.593
ἦρται τὰ δὲ πλείω μένει. πρότερον δὲ πολυχρήματον ἦν τὸ ἱερόν, καθάπερ Ὅμηρός τε εἴρηκεν οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ, καὶ οἱ θησαυροὶ δηλοῦσι καὶ ἡ σύλησις ἡ γενηθεῖσα ὑπὸ τῶν Φωκέων, ἐξ ἧς ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος. αὕτη μὲν οὖν ἡ σύλησις γεγένηται κατὰ Φίλιππον τὸν Ἀμύντου· προτέραν δʼ ἄλλην ὑπονοοῦσιν ἀρχαίαν, ἣ τὸν ὑφʼ Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν· οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους ἐν οἷς οἱ περὶ Ὀνόμαρχον καὶ Φάυλλον ἐσύλησαν τὸ ἱερόν, ἀλλὰ τὰ μὲν --- ἀπενεχθέντα νεώτερα ἐκείνων εἶναι τῶν χρημάτων· ἀποκεῖσθαι γὰρ ἐν θησαυροῖς, ἀπὸ λαφύρων ἀνατεθέντα, ἐπιγραφὰς σώζοντα ἐν αἷς καὶ οἱ ἀναθέντες· Γύγου γὰρ καὶ Κροίσου καὶ Συβαριτῶν καὶ Σπινητῶν τῶν περὶ τὸν Ἀδρίαν, καὶ οὕτως ἐπὶ τῶν ἄλλων. οὔτ --- ήκοι τὰ παλαιὰ χρήματα ἀναμεμῖχθαι· ὡς καὶ ἄλλοι τόποι διασημαίνουσιν ὑπὸ τούτων σκευωρηθέντες τῶν ἀνδρῶν. ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν, ἀφήτορος δʼ οὐδὸν κατὰ γῆς θησαυρισμόν, ἐν τῷ ναῷ κατορωρύχθαι φασὶ τὸν πλοῦτον ἐκεῖνον, καὶ τοὺς περὶ τὸν Ὀνόμαρχον ἐπιχειρήσαντας ἀνασκάπτειν νύκτωρ σεισμῶν γενομένων μεγάλων ἔξω τοῦ ναοῦ φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς, ἐμβαλεῖν δὲ καὶ τοῖς ἄλλοις φόβον τῆς τοιαύτης ἐπιχειρήσεως.

τῶν δὲ ναῶν τὸν μὲν πτέρινον εἰς τοὺς μύθους τακτέον, τὸν δὲ δεύτερον Τροφωνίου καὶ Ἀγαμήδους ἔργον φασί, τὸν δὲ νῦν Ἀμφικτύονες κατεσκεύασαν. δείκνυται δʼ ἐν τῷ τεμένει τάφος Νεοπτολέμου κατὰ χρησμὸν γενόμενος, Μαχαιρέως Δελφοῦ ἀνδρὸς ἀνελόντος αὐτόν, ὡς μὲν ὁ μῦθος, δίκας αἰτοῦντα τὸν

p.594
θεὸν τοῦ πατρῴου φόνου, ὡς δὲ τὸ εἰκός, ἐπιθέμενον τῷ ἱερῷ. τοῦ δὲ Μαχαιρέως ἀπόγονον Βράγχον φασὶ τὸν προστατήσαντα τοῦ ἐν Διδύμοις ἱεροῦ.

ἀγὼν δὲ ὁ μὲν ἀρχαῖος ἐν Δελφοῖς κιθαρῳδῶν ἐγενήθη παιᾶνα ᾀδόντων εἰς τὸν θεόν· ἔθηκαν δὲ Δελφοί· μετὰ δὲ τὸν Κρισαῖον πόλεμον οἱ Ἀμφικτύονες ἱππικὸν καὶ γυμνικὸν ἐπʼ Εὐρυλόχου διέταξαν στεφανίτην καὶ Πύθια ἐκάλεσαν. προσέθεσαν δὲ τοῖς κιθαρῳδοῖς αὐλητάς τε καὶ κιθαριστὰς χωρὶς ᾠδῆς, ἀποδώσοντάς τι μέλος ὃ καλεῖται νόμος Πυθικός. πέντε δʼ αὐτοῦ μέρη ἐστίν, ἄγκρουσις ἄμπειρα κατακελευσμὸς ἴαμβοι καὶ δάκτυλοι σύριγγες. ἐμελοποίησε μὲν οὖν Τιμοσθένης, ὁ ναύαρχος τοῦ δευτέρου Πτολεμαίου ὁ καὶ τοὺς λιμένας συντάξας ἐν δέκα βίβλοις. βούλεται δὲ τὸν ἀγῶνα τοῦ Ἀπόλλωνος τὸν πρὸς τὸν δράκοντα διὰ τοῦ μέλους ὑμνεῖν, ἄγκρουσιν μὲν τὸ προοίμιον δηλῶν, ἄμπειραν δὲ τὴν πρώτην κατάπειραν τοῦ ἀγῶνος, κατακελευσμὸν δὲ αὐτὸν τὸν ἀγῶνα, ἴαμβον δὲ καὶ δάκτυλον τὸν ἐπιπαιανισμὸν τὸν γινόμενον ἐπὶ τῇ νίκῃ μετὰ τοιούτων ῥυθμῶν, ὧν ὁ μὲν ὕμνοις ἐστὶν οἰκεῖος ὁ δʼ ἴαμβος κακισμοῖς[*](post κακισμοῖς· ὡς καὶ τὸ ἰαμβίζειν), σύριγγας δὲ τὴν ἔκλειψιν τοῦ θηρίου, μιμουμένων ὡς ἂν καταστρέφοντος[*](ante ἐσχάτους· εἰς) ἐσχάτους τινὰς συριγμούς.

Ἔφορος δʼ, ᾧ τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει, ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθʼ ὅτε τῇ προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν τῇ τῆς ἱστορίας γραφῇ καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῷ περὶ τοῦ μαντείου τούτου λόγῳ σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές,

p.595
μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην. ἄτοπον γὰρ εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκομεν, φησί, περὶ δὲ τοῦ μαντείου λέγοντες, ὃ πάντων ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι χρησόμεθα λόγοις. ταῦτα δʼ εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα μετὰ Θέμιδος ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν. εἶτα τὴν ὠφέλειαν εἰπὼν ὅτι εἰς ἡμερότητα προὐκαλεῖτο καὶ ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προστάττων τὰ δʼ ἀπαγορεύων, τοὺς δʼ οὐδʼ ὅλως προσιέμενος, ταῦτα διοικεῖν νομίζουσι, φησίν, αὐτόν, οἱ μὲν αὐτὸν τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δʼ ἀνθρώποις ἔννοιαν παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως.

ὑποβὰς δὲ περὶ τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος φησὶ τὸ παλαιὸν Παρνασσίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασσόν· καθʼ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους ἀπό τε τῶν ἡμέρων καρπῶν καὶ τῶν βίων, ἐξ Ἀθηνῶν δʼ ὁρμηθέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ᾗ νῦν Ἀθηναῖοι τὴν Πυθιάδα πέμπουσι· γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον· τοὺς δὲ Παρνασσίους συμμίξαντας αὐτῷ καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δʼ ἐπικελεύειν ἵε παιάν, ἀφʼ οὗ τὸν παιανισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν· ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καὶ ἀεὶ ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. τί δʼ ἂν εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ

p.596
ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών; εἰ δὲ ταῦτα μὴ ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν, τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον; πλὴν εἰ συγχεῖν ἐβούλετο τόν τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τύπον. παραπλήσια τούτοις καὶ τὰ περὶ τῶν Αἰτωλῶν εἰρημένα. φήσας γὰρ ἀπορθήτους αὐτοὺς ἐκ παντὸς τοῦ χρόνου τοτὲ μὲν Αἰολέας φησὶν οἰκῆσαι τοὺς κατέχοντας βαρβάρους ἐκβαλόντας, τοτὲ δʼ Αἰτωλὸν μετὰ τῶν ἐξ Ἤλιδος Ἐπειῶν --- τῶν ἐχθρῶν· τούτους δʼ ὑπʼ Ἀλκμέωνος καὶ Διομήδους. ἀλλʼ ἐπάνειμι ἐπὶ τοὺς Φωκέας.

ἑξῆς γὰρ ἐν τῇ παραλίᾳ μετὰ τὴν Ἀντικύραν πολίχνιόν ἐστιν Ὀπισθομάραθος· εἶτʼ ἄκρα Φαρύγιον ἔχουσα ὕφορμον· εἶθʼ ὁ λιμὴν ὕστατος ὁ προσαγορευθεὶς μυχὸς ἀπὸ τοῦ συμβεβηκότος, ὑπὸ τῷ Ἑλικῶνι καὶ τῇ Ἄσκρῃ κείμενος. οὐδʼ αἱ Ἀβαὶ δὲ τὸ μαντεῖον ἄπωθεν τῶν τόπων τούτων ἐστίν, οὐδʼ ἡ Ἄμβρυσος, οὐδʼ ἡ Μεδεὼν ὁμώνυμος τῇ Βοιωτιακῇ. ἔτι δὲ μᾶλλον ἐν τῇ μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς τὴν ἕω Δαυλὶς πολίχνιον, ὅπου Τηρέα τὸν Θρᾷκά φασι δυναστεῦσαι· καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύουσι[*](post μυθεύουσι· Θουκυδίδης δʼ ἐν Μεγάροις φησί). τοὔνομα δὲ τῷ τόπῳ γεγονέναι ἀπὸ τοῦ δάσους· δαυλοὺς γὰρ καλοῦσι τὰ δάση. Ὅμηρος μὲν οὖν Δαυλίδα εἶπεν, οἱ δʼ ὕστερον Δαυλίαν. καὶ τὸ οἳ Κυπάρισσον ἔχον δέχονται διττῶς, οἱ μὲν ὁμωνύμως τῷ φυτῷ οἱ δὲ παρωνύμως κώμην ὑπὸ τῇ Λυκωρείᾳ.

Πανοπεὺς δʼ ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις, ἡ τοῦ Ἐπειοῦ πατρίς. καὶ τὰ περὶ

p.597
τὸν Τιτυὸν δὲ ἐνταῦθα μυθεύουσιν. Ὅμηρος δέ φησιν ὅτι οἱ Φαίηκες τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν ἤγαγον, ὀψόμενον Τιτυὸν γαιήϊον υἱόν. καὶ Ἐλάριόν τι σπήλαιον ἀπὸ τῆς Τιτυοῦ μητρὸς Ἐλάρας δείκνυται κατὰ τὴν νῆσον καὶ ἡρῷον τοῦ Τιτυοῦ καὶ τιμαί τινες. πλησίον δὲ Λεβαδείας καὶ ἡ Τραχίν, ὁμώνυμος τῇ Οἰταίᾳ, Φωκικὴ πολίχνη· οἱ δʼ ἐνοικοῦντες Τραχίνιοι λέγονται.

ἡ δʼ Ἀνεμώρεια ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος πάθους· καταιγίζει γὰρ εἰς αὐτὴν ὁ καλούμενος Κατοπτήριος χῶρος, κρημνός τις ἀπὸ τοῦ Παρνασσοῦ διήκων· ὅριον δʼ ἦν ὁ τόπος οὗτος Δελφῶν τε καὶ Φωκέων, ἡνίκα ἀπέστησαν τοὺς Δελφοὺς ἀπὸ τοῦ κοινοῦ συστήματος τῶν Φωκέων Λακεδαιμόνιοι καὶ ἐπέτρεψαν καθʼ αὑτοὺς πολιτεύεσθαι· τινὲς δὲ Ἀνεμώλειαν καλοῦσιν. εἶθʼ Ὑάμπολις (Ὕα μετὰ ταῦτα ἐκλήθη ὑπό τινων), εἰς ἣν ἐκ Βοιωτίας ἐκπεσεῖν ἔφαμεν τοὺς Ὕαντας· ἔστι δʼ ἐν τῇ μεσογαίᾳ μάλιστα καὶ αὕτη, πλησίον τῶν Παραποταμίων, ἑτέρα οὖσα τῆς ἐν τῷ Παρνασσῷ Ὑαμπείας, καὶ Ἐλάτεια ἡ μεγίστη πόλις τῶν Φωκικῶν, ἣν Ὅμηρος μὲν οὐκ οἶδε (νεωτέρα γάρ ἐστι τῆς ἡλικίας ἐκείνου), ἐπικαιρίως δʼ ἵδρυται πρὸς τὰς ἐκ τῆς Θετταλίας εἰσβολάς. δηλοῖ δὲ τὴν εὐφυΐαν ταύτην καὶ Δημοσθένης, φράζων τὸν θόρυβον τὸν γενηθέντα Ἀθήνησιν αἰφνιδίως, ἐπειδὴ ἧκέ τις ἀπαγγέλλων ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.