Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

Ὀγχηστὸς δʼ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν. οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ᾖ ψιλά· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενον

  1. δινηθεὶς ἐπῄει
  2. γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν μεγάλαις ὀρέων ὕπερ ἔστα,
  3. καὶ μύλους δινάσατο βαλλόμενος κρηπῖδας ἀλσέων.
[*](Pind. Fr. 101 (Bergk)) οὐκ εὖ δʼ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς· ὁ δʼ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους.

τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου

p.583
προσηγόρευται μυθεύεται δʼ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῷον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐτὸς ποιητής
  1. καί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε·
[*](Pind. Fr. 102 (Bergk)) καὶ τὸν Τήνερον καλεῖ
  1. ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα.
ὑπέρκειται δὲ τὸ Πτῷον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίῳ· Θηβαίων δʼ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος· τὸ δʼ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει. φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ Θετταλικῇ.