Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
ἡ Ἐπίδαυρος δʼ ἐκαλεῖτο Ἐπίταυρος· φησὶ δὲ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δὲ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς τετραπόλεως συνεπομένους εἰς Ἄργος. καὶ αὕτη δʼ οὐκ ἄσημος ἡ πόλις καὶ μάλιστα διὰ τὴν ἐπιφάνειαν τοῦ Ἀσκληπιοῦ θεραπεύειν νόσους παντοδαπὰς πεπιστευμένου, καὶ τὸ ἱερὸν πλῆρες ἔχοντος ἀεὶ τῶν τε καμνόντων καὶ τῶν ἀνακειμένων πινάκων, ἐν οἷς ἀναγεγραμμέναι τυγχάνουσιν αἱ θεραπεῖαι, καθάπερ ἐν Κῷ τε καὶ Τρίκκῃ. κεῖται δʼ ἡ πόλις ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου, τὸν περίπλουν ἔχουσα σταδίων πεντεκαίδεκα, βλέπουσα πρὸς ἀνατολὰς θερινάς· περικλείεται δʼ ὄρεσιν ὑψηλοῖς μέχρι πρὸς τὴν θάλατταν, ὥστʼ ἐρυμνὴ κατεσκεύασται φυσικῶς πανταχόθεν. μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτῳ· παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν· διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν, καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τοῦ τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δʼ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.
Αἴγινα δʼ ἔστι μὲν καὶ τόπος τις τῆς Ἐπιδαυρίας, ἔστι δὲ καὶ νῆσος πρὸ τῆς ἠπείρου ταύτης, ἣν ἐν τοῖς ἀρτίως παρατεθεῖσιν ἔπεσι βούλεται φράζειν ὁ ποιητής· διὸ καὶ γράφουσί τινες νῆσόν τʼ Αἴγιναν ἀντὶ
ὁ δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖται
[*](Hom. Il. 2.496)
- οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα
[*](Hom. Il. 2.559)ἄλλοτε δʼ οὐχ ὡς ἔστι τῇ τάξει
- οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε
- Ἑρμιόνην τʼ Ἀσίνην τε
- Τροιζῆνʼ Ἠιόνας τε.
[*](Hom. Il. 2.497)τά τʼ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει
- σχοῖνόν τε Σκῶλόν τε
- Θέσπειαν Γραῖάν τε.
[*](Hom. Il. 2.632)τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν. οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου. Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δʼ ἄλλοι θρυλοῦσι· περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους· ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα· εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς. εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους[*](post ὄρους· καὶ τοῦ Κρεοπώλου.). Ὅμηρος δʼ αὐτὰς οὐκ οἶδεν[*](post οἶδεν· οὐδὲ τὸ Λύρκειον, οὐδʼ Ὀρνεάς· κῶμαι δʼ εἰσὶ τῆς Ἀργείας, ἡ μὲν ὁμώνυμος τῷ ὄρει τῷ Λυρκείῳ, αἱ δὲ ταῖς Ὀρνεαῖς ταῖς μεταξὺ Κορίνθου καὶ Σικυῶνος ἱδρυμέναις.).
- οἵ ῥʼ Ἰθάκην εἶχον,
- καὶ Κροκύλειʼ ἐνέμοντο.
τῶν δὴ κατὰ Πελοπόννησον πόλεων ἐνδοξόταται γεγόνασι καὶ μέχρι νῦν εἰσιν Ἄργος τε Σπάρτη τε, διὰ δὲ τὸ πολυθρύλητον ἥκιστα δεῖ μακρολογεῖν περὶ αὐτῶν· τὰ γὰρ ὑπὸ πάντων εἰρημένα λέγειν δόξομεν. τὸ παλαιὸν μὲν οὖν ηὐδοκίμει τὸ Ἄργος
ἑξῆς δὲ λέγωμεν περὶ τῶν ὑπὸ Μυκήναις καὶ τῷ Ἀγαμέμνονι τεταγμένων τόπων ἐν τῷ καταλόγῳ τῶν νεῶν· ἔχει δʼ οὕτω τὰ ἔπη
[*](Hom. Il. 2.569 ff.)αἱ μὲν οὖν Μυκῆναι νῦν οὐκέτʼ εἰσίν, ἔκτισε δʼ αὐτὰς Περσεύς, διεδέξατο δὲ Σθένελος, εἶτʼ Εὐρυσθεύς· οἱ δʼ αὐτοὶ καὶ τοῦ Ἄργους ἦρξαν. Εὐρυσθεὺς μὲν οὖν στρατεύσας εἰς Μαραθῶνα ἐπὶ τοὺς Ἡρακλέους παῖδας καὶ Ἰόλαον βοηθησάντων Ἀθηναίων ἱστορεῖται πεσεῖν ἐν τῇ μάχῃ, καὶ τὸ μὲν ἄλλο σῶμα Γαργηττοῖ ταφῆναι, τὴν δὲ κεφαλὴν χωρὶς ἐν Τρικορύνθῳ, ἀποκόψαντος αὐτὴν Ἰολάου περὶ τὴν κρήνην τὴν Μακαρίαν ὑπὸ ἁμαξιτόν· καὶ ὁ τόπος καλεῖται Εὐρυσθέως κεφαλή. αἱ δὲ Μυκῆναι μετέπεσον εἰς τοὺς Πελοπίδας ὁρμηθέντας ἐκ τῆς Πισάτιδος, εἶτʼ εἰς τοὺς Ἡρακλείδας καὶ τὸ Ἄργος ἔχοντας. μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀργεῖοι μετὰ Κλεωναίων καὶ Τεγεατῶν
- οἳ δὲ Μυκήνας εἶχον, ἐυκτίμενον πτολίεθρον,
- ἀφνειόν τε Κόρινθον ἐυκτιμένας τε Κλεωνάς,
- Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
- καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
- οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
- Πελλήνην τʼ εἶχον, ἠδʼ Αἴγιον ἀμφενέμοντο,
- αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν.
ὁ δὲ Κόρινθος ἀφνειὸς μὲν λέγεται διὰ τὸ ἐμπόριον, ἐπὶ τῷ Ἰσθμῷ κείμενος καὶ δυεῖν λιμένων ὢν κύριος, ὧν ὁ μὲν τῆς Ἀσίας ὁ δὲ τῆς Ἰταλίας ἐγγύς ἐστι --- καὶ ῥᾳδίας ποιεῖ τὰς ἑκατέρωθεν ἀμοιβὰς τῶν φορτίων πρὸς ἀλλήλους τοῖς τοσοῦτον ἀφεστῶσιν. ἦν δʼ ὥσπερ ὁ πορθμὸς οὐκ εὔπλους ὁ κατὰ τὴν Σικελίαν τὸ παλαιόν, οὕτω καὶ τὰ πελάγη καὶ μάλιστα τὸ ὑπὲρ Μαλεῶν διὰ τὰς ἀντιπνοίας· ἀφʼ οὗ καὶ παροιμιάζονται
Μαλέας δὲ κάμψας ἐπιλάθου τῶν οἴκαδε.σουρξε υνκνοων ἀγαπητὸν οὖν ἑκατέροις ἦν τοῖς τε ἐκ τῆς Ἰταλίας καὶ ἐκ τῆς Ἀσίας ἐμπόροις, ἀφεῖσι τὸν περὶ Μαλέας πλοῦν[*](post πλοῦν· εἰς Κόρινθον), κατάγεσθαι τὸν φόρτον αὐτόθι· καὶ πεζῇ δὲ τῶν ἐκκομιζομένων ἐκ τῆς Πελοποννήσου καὶ τῶν εἰσαγομένων ἔπιπτε τὰ τέλη τοῖς τὰ κλεῖθρα ἔχουσι. διέμεινε δὲ
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.σουρξε υνκνοωνκαὶ δὴ καὶ μνημονεύεταί τις ἑταίρα πρὸς τὴν ὀνειδίζουσαν, ὅτι οὐ φιλεργὸς εἴη οὐδʼ ἐρίων ἅπτοιτο, εἰπεῖν ἐγὼ μέντοι ἡ τοιαύτη τρεῖς ἤδη καθεῖλον ἱστοὺς ἐν βραχεῖ χρόνῳ τούτῳ.
τὴν δὲ τοποθεσίαν τῆς πόλεως, ἐξ ὧν Ἱερώνυμός τε εἴρηκε καὶ Εὔδοξος καὶ ἄλλοι καὶ αὐτοὶ δὲ εἴδομεν νεωστὶ ἀναληφθείσης ὑπὸ τῶν Ῥωμαίων, τοιάνδε εἶναι συμβαίνει. ὄρος ὑψηλὸν ὅσον τριῶν ἥμισυ σταδίων ἔχον τὴν κάθετον, τὴν δʼ ἀνάβασιν καὶ τριάκοντα σταδίων, εἰς ὀξεῖαν τελευτᾷ κορυφήν· καλεῖται δὲ Ἀκροκόρινθος, οὗ τὸ μὲν πρὸς ἄρκτον μέρος ἐστὶ τὸ
[*](Eur. fr. 1084 (Nauck))τὸ περίκλυστον ἤτοι κατὰ βάθους δεκτέον, ἐπεὶ καὶ φρέατα καὶ ὑπόνομοι λιβάδες διήκουσι διʼ αὐτοῦ, ἢ τὸ παλαιὸν ὑποληπτέον τὴν Πειρήνην ἐπιπολάζειν καὶ κατάρρυτον ποιεῖν τὸ ὄρος. ἐνταῦθα δέ φασι πίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ Βελλεροφόντου, πτηνὸν ἵππον ἐκ τοῦ τραχήλου τοῦ Μεδούσης ἀναπαλέντα κατὰ τὴν γοργοτομίαν· τὸν δʼ αὐτόν φασι καὶ τὴν Ἵππου κρήνην ἀναβαλεῖν ἐν τῷ Ἑλικῶνι πλήξαντα τῷ ὄνυχι τὴν ὑποῦσαν πέτραν. ὑπὸ δὲ τῇ Πειρήνῃ τὸ Σισύφειόν ἐστιν, ἱεροῦ τινος ἢ βασιλείου λευκῶν
- ἥκω περίκλυστον προλιποῦσʼ Ἀκροκόρινθον,
- ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας,
ἀρχὴ δὲ τῆς παραλίας ἑκατέρας τῆς μὲν τὸ Λέχαιον τῆς δὲ Κεγχρεαὶ κώμη καὶ λιμὴν ἀπέχων τῆς πόλεως ὅσον ἑβδομήκοντα σταδίους· τούτῳ μὲν οὖν χρῶνται πρὸς τοὺς ἐκ τῆς Ἀσίας πρὸς δὲ τοὺς ἐκ τῆς Ἰταλίας τῷ Λεχαίῳ. τὸ δὲ Λέχαιον ὑποπέπτωκε τῇ πόλει κατοικίαν ἔχον οὐ πολλήν· σκέλη δὲ καθείλκυσται σταδίων περὶ δώδεκα ἑκατέρωθεν τῆς ὁδοῦ τῆς ἐπὶ τὸ Λέχαιον. ἐντεῦθεν δὲ παρεκτείνουσα ἡ ᾐὼν μέχρι Παγῶν τῆς Μεγαρίδος κλύζεται μὲν ὑπὸ τοῦ Κορινθιακοῦ κόλπου, κοίλη δʼ ἐστὶ καὶ ποιεῖ τὸν δίολκον πρὸς τὴν ἑτέραν ᾐόνα τὴν κατὰ Σχοινοῦντα πλησίον ὄντα τῶν Κεγχρεῶν. ἐν δὲ τῷ μεταξὺ τοῦ Λεχαίου καὶ Παγῶν τὸ τῆς Ἀκραίας μαντεῖον Ἥρας ὑπῆρχε τὸ παλαιόν, καὶ αἱ Ὀλμιαὶ τὸ ποιοῦν ἀκρωτήριον τὸν κόλπον ἐν ᾧ ἥ τε Οἰνόη καὶ Παγαί, τὸ μὲν τῶν Μεγαρέων φρούριον ἡ δὲ Οἰνόη τῶν Κορινθίων. ἀπὸ δὲ τῶν Κεγχρεῶν ὁ Σχοινοῦς, καθʼ ὃν τὸ στενὸν τοῦ διόλκου· ἔπειθʼ ἡ Κρομμυωνία. πρόκειται δὲ τῆς ᾐόνος ταύτης ὅ τε Σαρωνικὸς κόλπος καὶ ὁ Ἐλευσινιακός, τρόπον τινὰ ὁ αὐτὸς ὤν, συνεχὴς τῷ Ἑρμιονικῷ. ἐπὶ δὲ τῷ Ἰσθμῷ καὶ τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερὸν ἄλσει πιτυώδει συνηρεφές, ὅπου τὸν ἀγῶνα τῶν Ἰσθμίων
ὅπερ κατʼ ἄγνοιάν τινες παρατρέπουσιν ἐγὼ δʼ εἴην Τεγεάτης. λέγεται δʼ ἐνταῦθα ἐκθρέψαι Πόλυβος τὸν Οἰδίπουν. δοκεῖ δὲ καὶ συγγένειά τις εἶναι Τενεδίοις πρὸς τούτους ἀπὸ Τέννου τοῦ Κύκνου, καθάπερ εἴρηκεν Ἀριστοτέλης· καὶ ἡ τοῦ Ἀπόλλωνος δὲ τιμὴ παρʼ ἀμφοτέροις ὁμοία οὖσα δίδωσιν οὐ μικρὰ σημεῖα.
- εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δʼ εἴην Τενεάτης.
Κορίνθιοι δʼ ὑπὸ Φιλίππῳ ὄντες ἐκείνῳ τε συνεφιλονείκησαν καὶ ἰδίᾳ πρὸς Ῥωμαίους ὑπεροπτικῶς εἶχον, ὥστε τινὲς καὶ τῶν πρέσβεων παριόντων τὴν οἰκίαν αὐτῶν ἐθάρρησαν καταντλῆσαι βόρβορον. ἀντὶ τούτων μὲν οὖν καὶ ἄλλων ὧν ἐξήμαρτον ἔτισαν δίκας αὐτίκα· πεμφθείσης γὰρ ἀξιολόγου στρατιᾶς, αὐτή τε κατέσκαπτο ὑπὸ Λευκίου Μομμίου καὶ τἆλλα μέχρι Μακεδονίας ὑπὸ Ῥωμαίοις ἐγένετο, ἐν ἄλλοις ἄλλων πεμπομένων στρατηγῶν· τὴν δὲ χώραν ἔσχον Σικυώνιοι τὴν πλείστην τῆς Κορινθίας. Πολύβιος δὲ τὰ
Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται.σουρξε υνκνοων
Ὀρνεαὶ δʼ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ, νῦν μὲν ἔρημοι πρότερον δʼ οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφʼ ὧν καὶ ὁ τὰ Πριάπεια ποιήσας Εὐφορίων Ὀρνεάτην καλεῖ τὸν θεόν· κεῖνται δʼ ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι. Ἀραιθυρέα δʼ ἐστὶν ἡ νῦν Φλιασία καλουμένη, πόλιν δʼ εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει Κηλώσσῃ· οἱ δʼ ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα· τῆς δὲ Κηλώσσης μέρος ὁ Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρχὴν Ἀσωπὸς ὁ παραρρέων τὴν Σικυῶνα καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας. ἔστι δʼ Ἀσωπὸς καὶ ὁ παρὰ Θήβας ῥέων καὶ Πλαταιὰς καὶ Τάναγραν, ἄλλος δʼ ἔστιν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων ἣν Παρασωπίους ὀνομάζουσι, τέταρτος δʼ ὁ ἐν Πάρῳ. κεῖται δʼ ὁ Φλιοῦς ἐν μέσῳ Σικυωνίας Ἀργείας Κλεωνῶν καὶ Στυμφάλου κύκλῳ περιεχόμενος· τιμᾶται δʼ ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν· καλοῦσι δʼ οὕτω τὴν Ἥβην.
τὴν δὲ Σικυῶνα πρότερον Μηκώνην ἐκάλουν, ἔτι δὲ πρότερον Αἰγιαλεῖς· ἀνῴκισε δʼ αὐτὴν ἀπὸ θαλάττης ὅσον εἴκοσι σταδίοις (οἱ δὲ δώδεκά φασιν) ἐπὶ λόφον ἐρυμνὸν Δημήτριος· τὸ δὲ παλαιὸν κτίσμα ἐπίνειόν ἐστιν ἔχον λιμένα. ὁρίζει δὲ τὴν Σικυωνίαν καὶ τὴν Κορινθίαν ποταμὸς Νεμέα· ἐτυραννήθη δὲ πλεῖστον χρόνον, ἀλλʼ ἀεὶ τοὺς τυράννους ἐπιεικεῖς ἄνδρας ἔσχεν, Ἄρατον δʼ ἐπιφανέστατον, ὃς καὶ τὴν πόλιν ἠλευθέρωσε, καὶ Ἀχαιῶν ἦρξε παρʼ ἑκόντων λαβὼν τὴν ἐξουσίαν, καὶ τὸ σύστημα ηὔξησε προσθεὶς αὐτῷ τήν τε πατρίδα καὶ τὰς ἄλλας πόλεις τὰς ἐγγύς. Ὑπερησίην δὲ καὶ τὰς ἑξῆς πόλεις ἃς ὁ ποιητὴς λέγει, καὶ τὸν Αἰγιαλὸν τῶν Ἀχαιῶν ἤδη συμβέβηκεν εἶναι μέχρι Δύμης καὶ τῶν ὅρων τῆς Ἠλείας.