Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ τὴν

p.495
Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα. ἐν δὲ τῷ μεταξὺ τό τε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ ὁ Ἀκίδων ποταμός. ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον. περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφειν
  1. ἡβῷμʼ, ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Ἀκίδοντι μάχοντο
  2. ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες
  3. Χάας πὰρ τείχεσσιν,
[*](Hom. Il. 7.133)οὐ Κελάδοντι, οὐδὲ Φειᾶς· τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἢ ἐκεῖνον.

Κυπαρισσία τέ ἐστιν ἐπὶ τῇ θαλάττῃ τῇ Τριφυλιακῇ καὶ Πύργοι καὶ ὁ Ἀκίδων ποταμὸς καὶ Νέδα. νυνὶ μὲν οὖν τῇ Τριφυλίᾳ πρὸς τὴν Μεσσηνίαν ὅριόν ἐστι τὸ τῆς Νέδας ῥεῦμα λάβρον ἐκ τοῦ Λυκαίου κατιὸν Ἀρκαδικοῦ ὄρους, ἐκ πηγῆς ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν. ῥεῖ δὲ παρὰ Φιγαλίαν, καθʼ ὃ γειτνιῶσι Πυργῖται Τριφυλίων ἔσχατοι Κυπαρισσιεῦσι πρώτοις Μεσσηνίων. τὸ δὲ παλαιὸν ἄλλως διώριστο, ὡς καὶ τινὰς τῶν πέραν τῆς Νέδας ὑπὸ τῷ Νέστορι εἶναι, τόν τε Κυπαρισσήεντα καὶ ἄλλα τινὰ ἐπέκεινα, καθάπερ καὶ τὴν θάλατταν τὴν Πυλίαν ὁ ποιητὴς ἐπεκτείνει μέχρι τῶν ἑπτὰ πόλεων ὧν ὑπέσχετο Ἀγαμέμνων τῷ Ἀχιλλεῖ

  1. πᾶσαι δʼ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος.
[*](Hom. Il. 9.153)τοῦτο γὰρ ἴσον τῷ ἐγγὺς ἁλὸς τῆς Πυλίας.

ἐφεξῆς δʼ οὖν τῷ Κυπαρισσήεντι ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον παραπλέοντι καὶ τὸ Κορυφάσιον ἥ τε

p.496
Ἔρανα ἔστιν, ἥν τινες οὐκ εὖ Ἀρήνην νομίζουσιν κεκλῆσθαι πρότερον ὁμωνύμως τῇ Πυλιακῇ, καὶ ἡ ἄκρα Πλαταμώδης, ἀφʼ ἧς ἐπὶ τὸ Κορυφάσιον καὶ τὴν νῦν καλουμένην Πύλον ἑκατόν εἰσι στάδιοι. ἔστι δὲ καὶ νησίον καὶ πολίχνιον ἐν αὐτῷ ὁμώνυμον Πρωτή. οὐκ ἂν δʼ ἐξητάζομεν ἴσως ἐπὶ τοσοῦτον τὰ παλαιά, ἀλλʼ ἤρκει λέγειν ὡς ἔχει νῦν ἕκαστα, εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων· ἄλλων δʼ ἄλλα εἰπόντων ἀνάγκη διαιτᾶν. πιστεύονται δʼ ὡς ἐπὶ τὸ πολὺ οἱ ἐνδοξότατοί τε καὶ πρεσβύτατοι καὶ κατʼ ἐμπειρίαν πρῶτοι· Ὁμήρου δʼ εἰς ταῦτα ὑπερβεβλημένου πάντας, ἀνάγκη συνεπισκοπεῖν καὶ τὰ ὑπʼ ἐκείνου λεχθέντα καὶ συγκρούειν πρὸς τὰ νῦν, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἔφαμεν.

περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφʼ Ὁμήρου προεπέσκεπται ἡμῖν. περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίν

  1. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
  2. καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
  3. καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
  4. καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
  5. ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς,
  6. Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος.
[*](Hom. Il. 2.591)Πύλος μὲν οὖν ἔστι περὶ ἧς ἡ ζήτησις· αὐτίκα δʼ ἐπισκεψόμεθα περὶ αὐτῆς. περὶ δὲ τῆς Ἀρήνης εἴρηται· ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσαν
  1. ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
  2. τηλοῦ ἐπʼ Ἀλφειῷ.
[*](Hom. Il. 11.711)Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον· καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον. τὸ εὔκτιτον δʼ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον, καὶ τίς ἡ πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας· αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα,
p.497
ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ. ὁ μὲν οὖν τοῦθʼ ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω· ὁ δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως. Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη ἡ χώρα θρυώδης, μάλιστα δʼ οἱ ποταμοί· ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους. τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δʼ Αἶπυ τὸ Ἐπιτάλιον· ἔστι γὰρ ἐρυμνὸν φύσει· καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγει
  1. ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
  2. τηλοῦ ἐπʼ Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος.
[*](Hom. Il. 11.711)

ὁ δὲ Κυπαρισσήεις ἔστι μὲν περὶ τὴν πρότερον Μακιστίαν, ἡνίκα καὶ πέραν τῆς Νέδας ἔτι ἦν Μακιστία, ἀλλʼ οὐκ οἰκεῖται, ὡς οὐδὲ τὸ Μάκιστον· ἄλλη δʼ ἐστὶν ἡ Μεσσηνιακὴ Κυπαρισσία, ὁμώνυμος μὲν οὔ, ὁμοίως δὲ νῦν κἀκείνη λέγεται Κυπαρισσία ἑνικῶς τε καὶ θηλυκῶς, ὁ δὲ ποταμὸς Κυπαρισσήεις. καὶ Ἀμφιγένεια δὲ τῆς Μακιστίας ἐστὶ περὶ τὸν Ὑψόεντα, ὅπου τὸ τῆς Λητοῦς ἱερόν. τὸ δὲ Πτελεὸν κτίσμα μὲν γέγονε τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων· λέγεται γὰρ κἀκεῖ

  1. ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην.
[*](Hom. Il. 2.697)ἔστι δὲ δρυμῶδες χωρίον ἀοίκητον, Πτελεάσιον καλούμενον. ἕλος δʼ οἱ μὲν περὶ τὸν Ἀλφειὸν χώραν τινά φασιν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικήν
  1. ἕλος τʼ ἔφαλον πτολίεθρον.
[*](Hom. Il. 2.584)οἱ δὲ περὶ τὸ Ἀλώριον ἕλος, οὗ τὸ τῆς Ἑλείας Ἀρτέμιδος ἱερὸν τῆς ὑπὸ τοῖς Ἀρκάσιν· ἐκεῖνοι γὰρ ἔσχον τὴν ἱερωσύνην. Δώριον δʼ οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, οἱ δὲ πολίδιον φασίν· οὐδὲν δὲ νῦν δείκνυται· ὅμως δʼ ἔνιοι τὴν νῦν Ὄλουριν ἢ Ὄλουραν ἐν τῷ καλουμένῳ αὐλῶνι τῆς
p.498
Μεσσηνίας κειμένην Δώριον λέγουσιν. αὐτοῦ δέ που καὶ ἡ Οἰχαλία ἐστὶν ἡ τοῦ Εὐρύτου ἡ νῦν Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοϊκῷ· ὅθεν φησὶν ὁ ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν.

ἐκ δὴ τούτων δῆλον ὡς ἐφʼ ἑκάτερα τοῦ Ἀλφειοῦ ἡ ὑπὸ Νέστορι χώρα ἐστίν, ἣν πᾶσαν ὀνομάζει Πυλίων γῆν· οὐδαμοῦ δὲ ὁ Ἀλφειὸς οὔτε τῆς Μεσσηνίας ἐφάπτεται οὔτε τῆς κοίλης Ἤλιδος. ἐν ταύτῃ γὰρ τῇ χώρᾳ ἐστὶν ἡ πατρὶς τοῦ Νέστορος, ἥν φαμεν Τριφυλιακὸν Πύλον καὶ Ἀρκαδικὸν καὶ Λεπρεατικόν. καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι Πύλοι ἐπὶ θαλάττῃ δείκνυνται, οὗτος δὲ πλείους ἢ τριάκοντα σταδίους ὑπὲρ αὐτῆς, ὅπερ καὶ ἐκ τῶν ἐπῶν δῆλον. ἐπί τε γὰρ τοὺς Τηλεμάχου ἑταίρους ἄγγελος πέμπεται πρὸς τὸ πλοῖον καλῶν ἐπὶ ξενίαν, ὅ τε Τηλέμαχος κατὰ τὴν ἐκ Σπάρτης ἐπάνοδον τὸν Πεισίστρατον οὐκ ἐᾷ πρὸς τὴν πόλιν ἐλαύνειν, ἀλλὰ παρατρέψαντα ἐπὶ τὴν ναῦν σπεύδειν, ὡς οὐ τὴν αὐτὴν οὖσαν ἐπὶ τὴν πόλιν καὶ τὸν ὅρμον. ὅ τε ἀπόπλους τοῦ Τηλεμάχου οὕτως ἂν οἰκείως λέγοιτο

  1. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  2. δύετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
  3. ἡ δὲ Φεὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
  4. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
[*](Hom. Od. 15.295)μέχρι μὲν δὴ δεῦρο πρὸς τὴν ἄρκτον ὁ πλοῦς, ἐντεῦθεν δʼ ἐπὶ τὸ πρὸς ἕω μέρος ἐπιστρέφει. παρίησι δὲ τὸν εὐθὺν πλοῦν ἡ ναῦς καὶ τὸν ἐξ ἀρχῆς καὶ τὸν εἰς Ἰθάκην διὰ τὸ τοὺς μνηστῆρας ἐκεῖ τὴν ἐνέδραν θέσθαι
  1. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε·
[*](Hom. Od. 4.671)
  1. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.
[*](Hom. Od. 15.299) θοὰς δὲ εἴρηκε τὰς ὀξείας· τῶν Ἐχινάδων δʼ εἰσὶν αὗται, πλησιάζουσαι τῇ ἀρχῇ τοῦ Κορινθιακοῦ κόλπου
p.499
καὶ ταῖς ἐκβολαῖς τοῦ Ἀχελώου. παραλλάξας δὲ τὴν Ἰθάκην, ὥστε κατὰ νώτου γενέσθαι, κάμπτει πάλιν πρὸς τὸν οἰκεῖον δρόμον τὸν μεταξὺ τῆς Ἀκαρνανίας καὶ τῆς Ἰθάκης, καὶ κατὰ θάτερα μέρη τῆς νήσου ποιεῖται τὴν καταγωγήν, οὐ κατὰ τὸν πορθμὸν τὸν Κεφαλληνιακόν, ὃν ἐφρούρουν οἱ μνηστῆρες.

εἰ γοῦν τὸν Ἠλιακὸν Πύλον εἶναί τις τὸν Νέστορος ἐπινοήσειεν, οὐκ ἂν οἰκείως λέγοιτο ἡ ἐντεῦθεν ἀναχθεῖσα ναῦς παρὰ Κρουνοὺς ἐνεχθῆναι καὶ Χαλκίδα μέχρι δύσεως, εἶτα Φεαῖς ἐπιβάλλειν νύκτωρ, καὶ τότε τὴν Ἠλείαν παραπλεῖν· οὗτοι γὰρ οἱ τόποι πρὸς νότον τῆς Ἠλείας εἰσί, πρῶται μὲν αἱ Φεαί, εἶθʼ ἡ Χαλκίς, εἶθʼ οἱ Κρουνοί, εἶθʼ ὁ Πύλος ὁ Τριφυλιακὸς καὶ τὸ Σαμικόν. τῷ μὲν οὖν πρὸς νότον πλέοντι ἐκ τοῦ Ἠλιακοῦ Πύλου οὗτος ἂν ὁ πλοῦς εἴη· τῷ δὲ πρὸς ἄρκτον, ὅπου ἐστὶν ἡ Ἰθάκη, ταῦτα μὲν πάντα ὀπίσω λείπεται, αὐτὴ δʼ ἡ Ἠλεία παραπλευστέα ἦν, καὶ πρὸ δύσεώς γε· ὁ δέ φησι μετὰ δύσιν. καὶ μὴν εἰ καὶ πάλιν ὑπόθοιτό τις τὸν Μεσσηνιακὸν Πύλον καὶ τὸ Κορυφάσιον ἀρχὴν τοῦ παρὰ Νέστορος πλοῦ, πολὺ ἂν εἴη τὸ διάστημα καὶ πλέονος χρόνου. αὐτὸ γοῦν τὸ ἐπὶ τὸν Τριφυλιακὸν Πύλον καὶ τὸ Σαμιακὸν ποσείδιον τετρακοσίων ἐστὶ σταδίων· καὶ ὁ παράπλους οὐ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ Φεάν, ἀδόξων ποταμῶν ὀνόματα μᾶλλον δὲ ὀχετῶν, ἀλλὰ παρὰ τὴν Νέδαν πρῶτον, εἶτʼ Ἀκίδωνα, εἶτα τὸν Ἀλφειὸν καὶ τόπους τούτων τοὺς μεταξύ· ὕστερον δʼ, εἰ ἄρα, κἀκείνων ἐχρῆν μνησθῆναι· καὶ γὰρ παρʼ ἐκείνους ὑπῆρχεν ὁ πλοῦς.

καὶ μὴν ἥ γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφʼ ἡμῶν

p.500
ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη. φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ἡρακλέους τὴν Πυλίαν ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι τὸν Νέστορα νέον τελέως· καταφρονήσαντες δʼ οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις. ἀντὶ τούτων οὖν ὁ Νέστωρ συναγαγὼν τοὺς οἰκείους ὅσους οἷός τε ἦν ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν
  1. πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
  2. τόσσα συῶν συβόσια,
[*](Hom. Il. 11.678)τοσαῦτα δὲ καὶ αἰπόλια, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, ὑποπώλους τὰς πλείστας.
  1. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησί)Νηλήιον εἴσω,
  2. ἐννύχιοι προτὶ ἄστυ,
[*](Hom. Il. 11.682)ὡς μεθʼ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ δὲ τῆς ἀφόδου γενομένης ὥστʼ ἐννυχίους πρὸς τῷ ἄστει γενέσθαι· περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων οἱ Ἐπειοὶ τῇ τρίτῃ τῶν ἡμερῶν κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱππεῖς ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον περιεστρατοπέδευσαν. αἰσθόμενοι δʼ εὐθὺς οἱ Πύλιοι βοηθεῖν ὥρμησαν· νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύθεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται· τοῦτο δʼ ἐστὶ κατὰ μεσημβρίαν· θύσαντες δὲ τοῖς θεοῖς καὶ νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς ἕωθεν· λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης οὐκ ἐπαύσαντο διώκοντές τε καὶ κτείνοντες πρὶν Βουπρασίου ἐπέβησαν
  1. πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
  2. κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
[*](Hom. Il. 11.757)καὶ ὑποβάς
  1. αὐτὰρ Ἀχαιοὶ
  2. p.501
  3. ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους.
[*](Hom. Il. 11.759)