Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

εἶτα τὸ διεῖργον ὄρος τῆς Τριφυλίας τὴν Μακιστίαν ἀπὸ τῆς Πισάτιδος· εἶτʼ ἄλλος ποταμὸς Χαλκὶς καὶ κρήνη Κρουνοὶ καὶ κατοικία Χαλκίς, καὶ τὸ

p.489
Σαμικὸν μετὰ ταῦτα, ὅπου τὸ μάλιστα τιμώμενον τοῦ Σαμίου Ποσειδῶνος ἱερόν· ἔστι δʼ ἄλσος ἀγριελαιῶν πλέων· ἐπεμελοῦντο δʼ αὐτοῦ Μακίστιοι· οὗτοι δὲ καὶ τὴν ἐκεχειρίαν ἐπήγγελλον, ἣν καλοῦσι Σάμιον· συντελοῦσι δʼ εἰς τὸ ἱερὸν πάντες Τριφύλιοι.

κατὰ ταῦτα δέ πως τὰ ἱερὰ ὑπέρκειται τῆς θαλάττης ἐν τριάκοντα ἢ μικρῷ πλείοσι σταδίοις ὁ Τριφυλιακὸς Πύλος ὁ καὶ Λεπρεατικός, ὃν καλεῖ ὁ ποιητὴς ἠμαθόεντα καὶ παραδίδωσι τοῦ Νέστορος πατρίδα, ὡς ἄν τις ἐκ τῶν ἐπῶν[*](post ἐπῶν· τῶν Ὁμήρου) τεκμαίροιτο· εἴτε τοῦ παραρρέοντος ποταμοῦ πρὸς ἄρκτον Ἀμάθου καλουμένου πρότερον, ὃς νῦν Μάμαος καὶ Ἀρκαδικὸς καλεῖται, ὥστʼ ἐντεῦθεν ἠμαθόεντα κεκλῆσθαι· εἴτε τούτου μὲν Παμισοῦ καλουμένου ὁμωνύμως τοῖς ἐν τῇ Μεσσηνίᾳ δυσί, τῆς δὲ πόλεως ἄδηλον ἐχούσης τὴν ἐτυμολογίαν τοῦ ἐπιθέτου· καὶ γὰρ τὸ ἀμαθώδη τὸν ποταμὸν ἢ τὴν χώραν εἶναι ψεῦδός φασι. πρὸς ἕω δʼ ἐστὶν ὄρος τοῦ Πύλου πλησίον ἐπώνυμον Μίνθης, ἣν μυθεύουσι παλλακὴν τοῦ Ἅιδου γενομένην πατηθεῖσαν ὑπὸ τῆς κόρης εἰς τὴν κηπαίαν μίνθην μεταβαλεῖν, ἥν τινες ἡδύοσμον καλοῦσι. καὶ δὴ καὶ τέμενός ἐστιν Ἅιδου πρὸς τῷ ὄρει τιμώμενον καὶ ὑπὸ Μακιστίων, καὶ Δήμητρος ἄλσος ὑπερκείμενον τοῦ Πυλιακοῦ πεδίου. τὸ δὲ πεδίον εὔγεών ἐστι τοῦτο, τῇ θαλάττῃ δὲ συνάψαν παρατείνει παρʼ ἅπαν τὸ μεταξὺ τοῦ τε Σαμικοῦ καὶ ποταμοῦ Νέδας διάστημα. θινώδης δὲ καὶ στενός ἐστιν ὁ τῆς θαλάττης αἰγιαλός, ὥστʼ οὐκ ἂν ἀπογνοίη τις ἐντεῦθεν ἠμαθόεντα ὠνομάσθαι τὸν Πύλον.

p.490

πρὸς ἄρκτον δʼ ὅμορα ἦν τῷ Πύλῳ δύο πολείδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δʼ ἔμεινε. καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν ὅ τε Δαλίων καὶ ὁ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν. ὁ δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται· ἐκτετίμηται γὰρ δὴ σφόδρα τά τε τῆς Δήμητρος καὶ τῆς κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας, ὥς φησιν ὁ Σκήψιος Δημήτριος. καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον ἡ Τριφυλία· διόπερ ἀντὶ μεγάλης φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ τοὺς τόπους.