Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς. Epit.

ἔστι δʼ ἐν τῷ περίπλῳ τούτῳ τῷ μετὰ Ἐλαιοῦντα ἡ εἰσβολὴ πρῶτον ἡ εἰς τὴν Προποντίδα διὰ τῶν στενῶν, ἥν φασιν ἀρχὴν εἶναι τοῦ Ἑλλησπόντου· ἐνταῦθα δʼ ἐστὶ τὸ Κυνὸς σῆμα ἄκρα, οἱ δʼ Ἑκάβης φασί· καὶ γὰρ δείκνυται κάμψαντι τὴν ἄκραν τάφος αὐτῆς. εἶτα Μάδυτος καὶ Σηστιὰς ἄκρα, καθʼ ἣν τὸ Ξέρξου ζεῦγμα, καὶ μετὰ ταῦτα Σηστός. ἀπὸ δὲ Ἐλαιοῦντος

p.471
ἐπὶ τὸ ζεῦγμα ἑκατὸν ἑβδομήκοντα· μετὰ δὲ Σηστὸν ἐπὶ Αἰγὸς ποταμοὺς διακόσιοι ὀγδοήκοντα, πολίχνην κατεσκαμμένην, ὅπου φασὶ τὸν λίθον πεσεῖν κατὰ τὰ Περσικά· εἶτα Καλλίπολις, ἀφʼ ἧς εἰς Λάμψακον δίαρμα εἰς τὴν Ἀσίαν τετταράκοντα· εἶτα πολίχνιον κατεσκαμμένον Κριθωτή· εἶτα Πακτύη· εἶτα τὸ Μακρὸν τεῖχος καὶ Λευκὴ ἀκτὴ καὶ τὸ Ἱερὸν ὄρος καὶ Πέρινθος, Σαμίων κτίσμα· εἶτα Σηλυβρία. ὑπέρκειται δʼ αὐτῶν Σίλτα, καὶ τὸ Ἱερὸν ὄρος τιμᾶται ὑπὸ τῶν ἐγχωρίων καὶ ἔστιν οἷον ἀκρόπολις τῆς χώρας. ἄσφαλτον δʼ ἐξίησιν εἰς τὴν θάλασσαν, καθʼ ὃν τόπον ἡ Προκόννησος ἐγγυτάτω τῆς γῆς ἐστι ἀπὸ ἑκατὸν εἴκοσι σταδίων, τὸ μέταλλον ἔχουσα τῆς λευκῆς μαρμάρου πολύ τε καὶ σπουδαῖον. μετὰ δὲ Σηλυβρίαν Ἀθύρας ἐστὶ ποταμὸς καὶ Βαθυνίας· εἶτα Βυζάντιον καὶ τὰ ἐφεξῆς μέχρι Κυανέων πετρῶν. E.

ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριάκοντα· ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος· τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι· προστίθησι δʼ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις. Δημήτριος δʼ ὁ Σκήψιος ἐν τοῖς περὶ τοῦ Τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Περίνθου μέχρι Βυζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δʼ ἴσον μέχρι Παρίου. τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει σταδίων, εἰς εὖρος δὲ πεντακοσίων. τοῦ δὲ Ἑλλησπόντου τὸ στενώτατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων. E.