Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τοὺς δὲ Παίονας οἱ μὲν ἀποίκους Φρυγῶν οἱ δʼ ἀρχηγέτας ἀποφαίνουσι, καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαι φασί· καλεῖσθαι δὲ πρότερον Ὀρεστίαν τὴν Πελαγονίαν, τὸν δὲ Ἀστεροπαῖον, ἕνα τῶν ἐκ Παιονίας στρατευσάντων ἐπʼ Ἴλιον ἡγεμόνων, οὐκ ἀπεικότως υἱὸν λέγεσθαι Πηλεγόνος, καὶ αὐτοὺς τοὺς Παίονας καλεῖσθαι Πελαγόνας. E.

ὅτι ὁ παρʼ Ὁμήρῳ

  1. Ἀστεροπαῖος υἱὸς Πηλεγόνος
[*](Hom. Il. 21.141) ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονίᾳ ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο. Epit.

ἐπεὶ δὲ ὁ παιανισμὸς τῶν Θρᾳκῶν τιτανισμὸς ὑπὸ τῶν Ἑλλήνων λέγεται κατὰ μίμησιν τῆς ἐν παιᾶσι φωνῆς, καὶ οἱ Τιτᾶνες ἐκλήθησαν Πηλαγόνες. E.

p.467

ὅτι καὶ πάλαι καὶ νῦν οἱ Παίονες φαίνονται πολλὴν τῆς νῦν Μακεδονίας κατεσχηκότες, ὡς καὶ Πέρινθον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶσαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπʼ αὐτοῖς γενέσθαι. τῆς δʼ ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίας τῆς ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι καὶ τὰ περὶ Φιλίππους. οἱ δὲ Φίλιπποι Κρηνίδες ἐκαλοῦντο πρότερον, κατοικία μικρά· ηὐξήθη δὲ μετὰ τὴν περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν. E.

ὅτι οἱ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν. Epit.

πρόκεινται δὲ τῆς παραλίας ταύτης δύο νῆσοι, Λῆμνος καὶ Θάσος. μετὰ δὲ τὸν εἰς Θάσον πορθμὸν Ἄβδηρα καὶ τὰ περὶ Ἀβδήρου μυθευόμενα. ᾤκησαν δʼ αὐτὴν Βίστονες Θρᾷκες, ὧν Διομήδης ἦρχεν· οὐ μένει δʼ ὁ Νέστος ἐπὶ ταὐτοῦ ῥείθρου διὰ παντός, ἀλλὰ κατακλύζει τὴν χώραν πολλάκις. εἶτα Δίκαια πόλις ἐν κόλπῳ κειμένη καὶ λιμήν· ὑπέρκειται δὲ τούτων ἡ Βιστονὶς λίμνη κύκλον ἔχουσα ὅσον διακοσίων σταδίων. φασὶ δὲ τοῦ πεδίου κοίλου παντάπασιν ὄντος καὶ ταπεινοτέρου τῆς θαλάττης ἱπποκρατούμενον τὸν Ἡρακλέα, ἡνίκα ἦλθεν ἐπὶ τὰς τοῦ Διομήδους ἵππους, διορύξαι τὴν ᾐόνα καὶ τὴν θάλατταν ἐπαφέντα τῷ πεδίῳ κρατῆσαι τῶν ἐναντίων. δείκνυται δὲ καὶ τὸ βασίλειον Διομήδους ἀπὸ συμβεβηκότος καλούμενον Καρτερὰ κώμη διὰ τὴν ἐρυμνότητα. μετὰ δὲ τὴν ἀνὰ μέσον λίμνην Ξάνθεια Μαρώνεια καὶ Ἴσμαρος, αἱ τῶν Κικόνων πόλεις· καλεῖται δὲ νῦν Ἰσμάρα πλησίον τῆς Μαρωνείας· πλησίον δὲ καὶ ἡ Ἰσμαρὶς ἐξίησι λίμνη· καλεῖται δὲ τὸ ῥεῖθρον ἠδύ --- γειον· αὐτοῦ δὲ καὶ αἱ Θασίων λεγόμεναι κεφαλαί. Σαπαῖοι δʼ εἰσὶν οἱ ὑπερκείμενοι. E.

p.468

ὅτι τὰ Τόπειρά ἐστι πρὸς Ἀβδήροις καὶ Μαρωνείᾳ. E.

ὅτι Σιντοὶ ἔθνος Θρᾳκικὸν κατῴκει τὴν Δῆμνον νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ λέγων

  1. ἔνθα με Σίντιες ἄνδρες.
[*](Hom. Il. 1.594) Epit.