Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ὅτι τὴν Πέλλαν οὖσαν μικρὰν πρότερον Φίλιππος εἰς μῆκος ηὔξησε τραφεὶς ἐν αὐτῇ· ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. εἶτα ὁ Ἀξιὸς διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν

  1. τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.
[*](Hom. Il. 2.849) ἀλλʼ ἐπεὶ ὁ μὲν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος
p.461
ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον
  1. Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν
[*](Hom. Il. 2.850) μεταγράφουσιν οὕτως
  1. Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης.
[*](Hom. Il. 2.850) οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ. Epit.

ἐν δὲ τῷ ἐπικίδναται αἴῃ ἢ αἶαν (διττῶς γὰρ ἡ γραφή) αἶαν τινὲς οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ γεωγράφος φησί, λέγων ὅτι ἡ παρʼ Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει. φαύλη οὖν, φησίν, ἡ φερομένη γραφὴ Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ, ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλʼ ἀνάπαλιν· εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆς ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν. Eustathius ad Iliad 2.850

ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐστὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δʼ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου τοῦ Ἀμύντου, ὠνόμασε· μετῴκισε δὲ τὰ πέριξ πολίχνια εἰς αὐτήν, οἷον Χαλάστραν Αἴνειαν Κισσὸν καί τινα καὶ ἄλλα. ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρʼ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸν (φησὶν) ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. Epit.

ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον κατεῖχον Βρίγες Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν· μετὰ δὲ Θεσσαλονίκειάν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι

p.462
τοῦ Καναστραίου. τοῦτο δʼ ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι· ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη· πενταστάδιον δʼ ἔχει τὸν ἰσθμὸν διορωρυγμένον· κεῖται δʼ ἐπʼ αὐτῷ πόλις ἡ πρότερον μὲν Ποτίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου ἀναλαβόντος αὐτὴν ἀνατετραμμένην· ὁ περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα. ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες οἱ δὲ πιθανώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δʼ ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν. κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρῳάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν. E.

ὅτι ἡ Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους. Epit.

ὅτι ἡ Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο· ᾤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν· ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν Μένδην Σκιώνην Σάνην. Epit.

ὅτι διεῖχε Ποτιδαίας Ὄλυνθος ἑβδομήκοντα σταδίους. E.

ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ. Epit.