Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τὸ δὲ στόμα τῆς Μαιώτιδος καλεῖται μὲν Κιμμερικὸς Βόσπορος, ἄρχεται δὲ ἀπὸ μείζονος πλάτους ἑβδομήκοντά που σταδίων· καθʼ ὃ διαίρουσιν ἐκ τῶν περὶ Παντικάπαιον τόπων εἰς τὴν ἐγγυτάτω πόλιν τῆς Ἀσίας τὴν Φαναγόρειαν· τελευτᾷ δʼ εἰς πολὺ στενώτερον πορθμόν. διαιρεῖ δʼ ὁ στενωπὸς οὗτος τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης καὶ ὁ Τάναϊς ποταμός, καταντικρὺ ῥέων ἀπὸ τῶν ἄρκτων εἴς τε τὴν λίμνην καὶ τὸ στόμα αὐτῆς· δύο δʼ ἔχει τὰς εἰς τὴν λίμνην ἐκβολὰς διεχούσας ἀλλήλων ὅσον σταδίους ἑξήκοντα. ἔστι δὲ καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον τῶν βαρβάρων ἐμπόριον μετὰ τὸ Παντικάπαιον. ἐν ἀριστερᾷ δʼ εἰσπλέοντι τὸν Κιμμερικὸν Βόσπορον πολίχνιόν ἐστι Μυρμήκιον ἐν εἴκοσι σταδίοις ἀπὸ τοῦ Παντικαπαίου. τοῦ δὲ Μυρμηκίου διπλάσιον διέχει κώμη Παρθένιον, καθʼ ἣν στενώτατος ὁ εἴσπλους ἐστὶν ὅσον εἴκοσι σταδίων, ἔχων ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην Ἀχίλλειον καλουμένην. ἐντεῦθεν δʼ εὐθυπλοίᾳ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὴν κατὰ τὰς ἐκβολὰς νῆσον στάδιοι δισχίλιοι διακόσιοι, μικρὸν δʼ ὑπερβάλλει τοῦ ἀριθμοῦ τούτου πλέοντι παρὰ τὴν Ἀσίαν· πλέον δʼ ἢ τριπλάσιον ἐν ἀριστερᾷ πλέοντι μέχρι τοῦ Τανάιδος, ἐν ᾧ παράπλῳ καὶ ὁ ἰσθμὸς ἵδρυται. οὗτος μὲν οὖν ὁ παράπλους ἔρημος πᾶς ὁ παρὰ τὴν Εὐρώπην, ὁ δʼ ἐν δεξιᾷ οὐκ ἔρημος· ὁ δὲ σύμπας τῆς λίμνης κύκλος ἐνακισχιλίων ἱστορεῖται σταδίων. ἡ δὲ μεγάλη χερρόνησος τῇ Πελοποννήσῳ προσέοικε καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος. ἔχουσι δʼ αὐτὴν οἱ τοῦ Βοσπόρου δυνάσται κεκακωμένην

p.427
πᾶσαν ὑπὸ τῶν συνεχῶν πολέμων. πρότερον δʼ εἶχον ὀλίγην μὲν τὴν πρὸς τῷ στόματι τῆς Μαιώτιδος καὶ τῷ Παντικαπαίῳ μέχρι Θεοδοσίας τῶν Βοσπορίων τύραννοι, τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος· καὶ ἐκαλεῖτο ἡ χώρα πᾶσα αὕτη, σχεδὸν δέ τι καὶ ἡ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία· διὰ δὲ τὸ πλῆθος τῶν ἐνθένδε περαιουμένων τόν τε Τύραν καὶ τὸν Ἴστρον καὶ ἐποικούντων τὴν γῆν καὶ ταύτης οὐκ ὀλίγη μικρὰ προσηγορεύθη Σκυθία, τῶν Θρᾳκῶν τὰ μὲν τῇ βίᾳ συγχωρούντων τὰ δὲ τῇ κακίᾳ τῆς χώρας· ἑλώδης γάρ ἐστιν ἡ πολλὴ αὐτῆς.

τῆς δὲ χερρονήσου, πλὴν τῆς ὀρεινῆς τῆς ἐπὶ τῇ θαλάττῃ μέχρι Θεοδοσίας, ἥ γε ἄλλη πεδιὰς καὶ εὔγεώς ἐστι πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής, τριακοντάχουν ἀποδιδοῦσα διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη. φόρον τε ἐτέλουν ὀκτωκαίδεκα μυριάδας μεδίμνων Μιθριδάτῃ, τάλαντα δʼ ἀργυρίου διακόσια σὺν τοῖς Ἀσιανοῖς χωρίοις τοῖς περὶ τὴν Σινδικήν. κἀν τοῖς πρόσθεν χρόνοις ἐντεῦθεν ἦν τὰ σιτοπομπεῖα τοῖς Ἕλλησι, καθάπερ ἐκ τῆς λίμνης αἱ ταριχεῖαι. Λεύκωνα δέ φασιν ἐκ τῆς Θεοδοσίας Ἀθηναίοις πέμψαι μυριάδας μεδίμνων διακοσίας καὶ δέκα. οἱ δʼ αὐτοὶ οὗτοι καὶ γεωργοὶ ἐκαλοῦντο ἰδίως διὰ τὸ τοὺς ὑπερκειμένους νομάδας εἶναι, τρεφομένους κρέασιν ἄλλοις τε καὶ ἱππείοις, ἱππείῳ δὲ καὶ τυρῷ καὶ γάλακτι καὶ ὀξυγάλακτι (τοῦτο δὲ καὶ ὄψημά ἐστιν αὐτοῖς κατασκευασθέν πως)· διόπερ ὁ ποιητὴς ἅπαντας εἴρηκε τοὺς ταύτῃ γαλακτοφάγους. οἱ μὲν οὖν νομάδες πολεμισταὶ μᾶλλόν εἰσιν ἢ λῃστρικοί, πολεμοῦσι δὲ ὑπὲρ τῶν φόρων. ἐπιτρέψαντες γὰρ ἔχειν τὴν γῆν τοῖς ἐθέλουσι γεωργεῖν ἀντὶ ταύτης ἀγαπῶσι φόρους λαμβάνοντες τοὺς

p.428
συντεταγμένους μετρίους τινάς, οὐκ εἰς περιουσίαν ἀλλʼ εἰς τὰ ἐφήμερα καὶ τὰ ἀναγκαῖα τοῦ βίου· μὴ διδόντων δὲ αὐτοῖς πολεμοῦσιν. οὕτω δὲ καὶ δικαίους ἅμα καὶ ἀβίους ὁ ποιητὴς εἴρηκε τοὺς αὐτοὺς τούτους ἄνδρας, ἐπεὶ τῶν γε φόρων ἀπευτακτουμένων οὐδʼ ἂν καθίσταντο εἰς πόλεμον. οὐκ ἀπευτακτοῦσι δʼ οἱ δυνάμει πεποιθότες, ὥστε ἢ ἀμύνασθαι ῥᾳδίως ἐπιόντας ἢ κωλῦσαι τὴν ἔφοδον· καθάπερ Ἄσανδρον ποιῆσαί φησιν Ὑψικράτης, ἀποτειχίσαντα τὸν ἰσθμὸν τῆς χερρονήσου τὸν πρὸς τῇ Μαιώτιδι τριακοσίων ὄντα καὶ ἑξήκοντα σταδίων, ἐπιστήσαντα πύργους, καθʼ ἕκαστον στάδιον ἕνα. οἱ δὲ γεωργοὶ ταύτῃ μὲν ἡμερώτεροί τε ἅμα καὶ πολιτικώτεροι νομίζονται εἶναι, χρηματισταὶ δʼ ὄντες καὶ θαλάττης ἁπτόμενοι λῃστηρίων οὐκ ἀπέχονται, οὐδὲ τῶν τοιούτων ἀδικιῶν καὶ πλεονεξιῶν.