Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἐκ δὲ Βαρίου πρὸς τὸν ποταμὸν Αὔφιδον, ἐφʼ ᾧ τὸ ἐμπόριον τῶν Κανυσιτῶν, τετρακόσιοι· ὁ δʼ ἀνάπλους ἐπὶ τὸ ἐμπόριον ἐνενήκοντα. πλησίον δὲ καὶ Σαλαπία τὸ τῶν Ἀργυριππίνων ἐπίνειον. οὐ πολὺ γὰρ δὴ τῆς θαλάττης ὑπέρκεινται δύο πόλεις ἔν γε

p.390
τῷ πεδίῳ, μέγισται τῶν Ἰταλιωτίδων γεγονυῖαι πρότερον, ὡς ἐκ τῶν περιβόλων δῆλον, τό τε Κανύσιον καὶ ἡ Ἀργυρίππα, ἀλλὰ νῦν ἐλάττων ἐστίν. ἐκαλεῖτο δʼ ἐξ ἀρχῆς Ἄργος ἵππιον, εἶτʼ Ἀργυρίππα, εἶτα νῦν Ἄρποι. λέγονται δʼ ἀμφότεραι Διομήδους κτίσματα· καὶ τὸ πεδίον καὶ ἄλλα πολλὰ δείκνυται τῆς Διομήδους ἐν τούτοις τοῖς τόποις δυναστείας σημεῖα, ἐν μὲν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τῆς ἐν Λουκερίᾳ παλαιὰ ἀναθήματα (καὶ αὕτη δʼ ὑπῆρξε πόλις ἀρχαία Δαυνίων, νῦν δὲ τεταπείνωται), ἐν δὲ τῇ πλησίον θαλάττῃ δύο νῆσοι Διομήδειαι προσαγορευόμεναι, ὧν ἡ μὲν οἰκεῖται, τὴν δʼ ἐρήμην φασὶν εἶναι· ἐν ᾗ καὶ τὸν Διομήδη μυθεύουσιν ἀφανισθῆναί τινες καὶ τοὺς ἑταίρους ἀπορνιθωθῆναι, καὶ δὴ καὶ νῦν διαμένειν ἡμέρους καὶ βίον τινὰ ζῆν ἀνθρώπινον τάξει τε διαίτης καὶ τῇ πρὸς ἀνθρώπους ἡμερότητι τοὺς ἐπιεικεῖς, ἀπὸ δὲ τῶν κακούργων καὶ μιαρῶν φυγῇ. εἴρηται δὲ καὶ τὰ παρὰ τοῖς Ἑνετοῖς διατεθρυλημένα περὶ τοῦ ἥρωος τούτου καὶ αἱ νομισθεῖσαι τιμαί. δοκεῖ δὲ καὶ ὁ Σιποῦς Διομήδους εἶναι κτίσμα διέχων τῆς Σαλαπίας ὅσον τετταράκοντα καὶ ἑκατὸν σταδίους, καὶ ὠνομάζετό γε Σηπιοῦς Ἑλληνικῶς ἀπὸ τῶν ἐκκυματιζομένων σηπιῶν. μεταξὺ δὲ τῆς Σαλαπίας καὶ τοῦ Σιποῦντος ποταμός τε πλωτὸς καὶ στομαλίμνη μεγάλη· διʼ ἀμφοῖν δὲ τὰ ἐκ Σιποῦντος κατάγεται καὶ μάλιστα ὁ σῖτος. δείκνυται δὲ τῆς Δαυνίας περὶ λόφον ᾧ ὄνομα Δρίον ἡρῷα, τὸ μὲν Κάλχαντος ἐπʼ ἄκρᾳ τῇ κορυφῇ (ἐναγίζουσι δʼ αὐτῷ μέλανα κριὸν οἱ μαντευόμενοι, ἐγκοιμώμενοι ἐν τῷ δέρματι), τὸ δὲ Ποδαλειρίου κάτω πρὸς τῇ ῥίζῃ διέχον τῆς θαλάττης ὅσον σταδίους ἑκατόν· ῥεῖ δʼ ἐξ αὐτοῦ ποτάμιον πάνακες πρὸς τὰς τῶν θρεμμάτων νόσους. πρόκειται δὲ τοῦ κόλπου τούτου πελάγιον ἀκρωτήριον ἐπὶ
p.391
τριακοσίους ἀνατεῖνον σταδίους πρὸς τὰς ἀνατολὰς τὸ Γάργανον, κάμπτοντι δὲ τὴν ἄκραν πολισμάτιον Οὔριον καὶ πρὸ τῆς ἄκρας αἱ Διομήδειαι νῆσοι. ἔστι δὲ πᾶσα ἡ χώρα αὕτη πάμφορός τε καὶ πολυφόρος, ἵπποις δὲ καὶ προβάτοις ἀρίστη· ἡ δʼ ἐρέα μαλακωτέρα μὲν τῆς Ταραντίνης ἐστί, λαμπρὰ δὲ ἧττον. ἡ δὲ χώρα εὐδινὴ διὰ τὴν κοιλότητα τῶν πεδίων. οἱ δὲ καὶ διώρυγα τεμεῖν ἐπιχειρῆσαί φασι τὸν Διομήδη μέχρι τῆς θαλάττης, καταλιπεῖν δʼ ἡμιτελῆ καὶ ταύτην καὶ τὰς ἄλλας πράξεις μετάπεμπτον οἴκαδε γενόμενον, κἀκεῖ καταστρέψαι τὸν βίον. εἷς μὲν οὗτος ὁ λόγος περὶ αὐτοῦ, δεύτερος δʼ ὡς αὐτόθι μείνειε μέχρι καταστροφῆς τοῦ βίου, τρίτος δʼ ὁ μυθώδης ὃν προεῖπον τὸν ἐν τῇ νήσῳ λέγων ἀφανισμόν, τέταρτον δὲ θείη τις ἂν τὸν τῶν Ἑνετῶν· καὶ γὰρ ἐκεῖνοι παρὰ σφίσι πως τὴν καταστροφὴν αὐτοῦ μυθεύουσιν, ἣν ἀποθέωσιν καλοῦσι.

ταῦτα μὲν οὖν κατʼ Ἀρτεμίδωρον κεῖται τὰ διαστήματα. φησὶ δʼ ὁ χωρογράφος τὰ ἀπὸ τοῦ Βρεντεσίου μέχρι Γαργάνου μιλίων ἑκατὸν ἑξήκοντα πέντε, πλεονάζει δὲ αὐτὰ Ἀρτεμίδωρος· ἐντεῦθεν δʼ εἰς Ἀγκῶνα διακόσια πεντήκοντα τέτταρα μίλιά φησιν ἐκεῖνος, ὁ δʼ Ἀρτεμίδωρος εἰς Αἶσιν πλησίον ὄντα τοῦ Ἀγκῶνος σταδίους εἴρηκε χιλίους διακοσίους πεντήκοντα, πολὺ ἐνδεέστερον ἐκείνου· Πολύβιος δʼ ἀπὸ τῆς Ἰαπυγίας μεμιλιᾶσθαί φησι καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς Σήναν πόλιν, ἐντεῦθεν δʼ εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ. οὐχ ὁμολογοῦντες τῷ φερομένῳ διαστήματι τῆς Ἰλλυρικῆς παραλίας ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ τὸν τοῦ Ἀδρίου μυχόν, ὑπὲρ ἑξακισχιλίων τοῦτον τὸν παράπλουν ἀποφαίνοντες καὶ μείζω καθιστάντες ἐκείνου πολὺ ἐλάττονα ὄντα. καὶ πάντες

p.392
δὲ πρὸς ἅπαντας μάλιστα περὶ τῶν διαστημάτων οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους, ὡς πολλάκις ἐλέγομεν. ἡμεῖς δʼ ὅπου μὲν ἐπικρίνειν δυνατόν, ἐκφέρομεν τὸ δοκοῦν ἡμῖν, ὅπου δὲ μή, τὰ ἐκείνων εἰς μέσον οἰόμεθα δεῖν τιθέναι. ἐὰν δὲ μηδὲν παρʼ ἐκείνων ἔχωμεν, οὐδὲν θαυμαστὸν οὐδʼ εἰ παρελείψαμέν τι καὶ ἡμεῖς, ἐν τοιαύτῃ καὶ ταῦθʼ ὑποθέσει· τῶν μὲν γὰρ μεγάλων οὐδὲν ἂν παραλίποιμεν, τὰ δὲ μικρὰ καὶ γνωρισθέντα μικρὸν ὤνησε καὶ παραπεμφθέντα ἔλαθε καὶ οὐδὲν ἢ οὐ πολὺ τοῦ παντελοῦς ἔργου παρέλυσε.

μεταξὺ δʼ εὐθὺς ἀπὸ τοῦ Γαργάνου κόλπος ὑποδέχεται βαθύς· οἱ δὲ περιοικοῦντες ἰδίως Ἄπουλοι προσαγορεύονται, εἰσὶ δὲ ὁμόγλωττοι μὲν τοῖς Δαυνίοις καὶ Πευκετίοις· οὐδὲ τἆλλα δὲ διαφέρουσιν ἐκείνων τό γε νῦν, τὸ δὲ πάλαι διαφέρειν εἰκός, ὅθενπερ καὶ τὰ ὀνόματα ἐναντία πάντων ἐπικρατεῖν. πρότερον μὲν οὖν ηὐτύχει αὕτη πᾶσα ἡ γῆ, Ἀννίβας δὲ καὶ οἱ ὕστερον πόλεμοι ἠρήμωσαν αὐτήν· ἐνταῦθα δὲ καὶ τὰ περὶ Κάννας συνέβη, ὅπου πλεῖστος ὄλεθρος σωμάτων Ῥωμαίοις καὶ τοῖς συμμάχοις ἐγένετο. ἐν δὲ τῷ κόλπῳ λίμνη ἐστίν, ὑπὲρ δὲ τῆς λίμνης ἐν μεσογαίᾳ τὸ Ἄπουλον Τέανον, ὁμώνυμον τῷ Σιδικίνῳ· καθʼ ὃ δοκεῖ συνάγεσθαι τὸ τῆς Ἰταλίας πλάτος ἐφʼ ἱκανὸν πρὸς τοὺς περὶ Δικαιάρχειαν τόπους, ἐλαττόνων ἢ χιλίων σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἰσθμὸν καταλεῖπον. μετὰ δὲ τὴν λίμνην ἐπὶ τοὺς Φρεντανοὺς καὶ τὴν Βοῦκαν παράπλους ἐστί· διακόσιοι δʼ εἰσὶν ἐφʼ ἑκάτερα στάδιοι τῆς λίμνης ἐπί τε τὴν Βοῦκαν καὶ τὸ Γάργανον. τὰ δʼ ἑξῆς τοῖς περὶ Βοῦκαν εἴρηται πρότερον.

τοσαύτη μὲν δὴ καὶ τοιαύτη τις ἡ Ἰταλία. πολλὰ δʼ εἰρηκότων, τὰ μέγιστα νῦν ἐπισημανούμεθα, ὑφʼ

p.393
ὧν[*](post ὧν· νῦν) εἰς τοσοῦτον ὕψος ἐξήρθησαν Ῥωμαῖοι. ἓν μὲν ὅτι νήσου δίκην ἀσφαλῶς φρουρεῖται τοῖς πελάγεσι κύκλῳ πλὴν ὀλίγων μερῶν, ἃ καὶ αὐτὰ τετείχισται τοῖς ὄρεσι δυσβάτοις οὖσι. δεύτερον δὲ τὸ ἀλίμενον κατὰ τὸ πλεῖστον καὶ τὸ τοὺς ὄντας λιμένας μεγάλους εἶναι καὶ θαυμαστούς, ὧν τὸ μὲν πρὸς τὰς ἔξωθεν ἐπιχειρήσεις χρήσιμον, τὸ δὲ πρὸς τὰς ἀντεπιχειρήσεις καὶ τὴν τῶν ἐμποριῶν ἀφθονίαν συνεργόν. τρίτον δὲ τὸ πολλαῖς ὑποπεπτωκέναι διαφοραῖς ἀέρων τε καὶ κράσεων, παρʼ ἃς καὶ ζῷα καὶ φυτὰ καὶ πάνθʼ ἁπλῶς τὰ πρὸς τὸν βίον χρήσιμα πλείστην ἐξάλλαξιν ἔχει πρός τε τὸ βέλτιον καὶ τὸ χεῖρον. ἐκτέταται δὲ τὸ μῆκος αὐτῆς ἐπὶ μεσημβρίαν ἀπὸ τῶν ἄρκτων τὸ πλέον, προσθήκη δʼ ἐστὶν ἡ Σικελία τῷ μήκει τοσαύτη οὖσα καὶ τοσούτῳ καθάπερ μέρος. εὐκρασία δʼ ἀέρων καὶ δυσκρασία κρίνεται παρὰ τὰ ψύχη καὶ τὰ θάλπη καὶ τὰ μεταξὺ τούτων, ὥστʼ ἐκ τούτων ἀνάγκη τὴν νῦν Ἰταλίαν ἐν μέσῳ τῶν ὑπερβολῶν ἀμφοτέρων κειμένην τοσαύτην τῷ μήκει πλεῖστον τῆς εὐκράτου μετέχειν καὶ κατὰ πλείστας ἰδέας. τοῦτο δὲ καὶ ἄλλως συμβέβηκεν αὐτῇ· τῶν γὰρ Ἀπεννίνων ὀρῶν διʼ ὅλου τοῦ μήκους διατεταμένων, ἐφʼ ἑκάτερον δὲ τὸ πλευρὸν πεδία καὶ γεωλοφίας καλλικάρπους ἀπολειπόντων, οὐδὲν μέρος αὐτῆς ἐστιν ὃ μὴ καὶ τῶν ὀρείων ἀγαθῶν καὶ τῶν πεδινῶν ἀπολαῦον τυγχάνει. καὶ προστίθει τὸ μέγεθος καὶ πλῆθος ποταμῶν τε καὶ λιμνῶν, πρὸς δὲ τούτοις θερμῶν τε καὶ ψυχρῶν ὑδάτων ἀναβολὰς πολλαχοῦ πρὸς ὑγίειαν φύσει παρεσκευασμένας, καὶ μὴν καὶ μετάλλων εὐπορίας παντοδαπῶν. ὕλης δὲ καὶ τροφῆς ἀνθρώποις τε καὶ βοσκήμασιν οὐδʼ ἀξίως ἐστὶν εἰπεῖν
p.394
τὴν ἀφθονίαν ὅσην παρέχεται καὶ τὴν χρηστοκαρπίαν. ἐν μέσῳ δὲ καὶ τῶν ἐθνῶν τῶν μεγίστων οὖσα καὶ τῆς Ἑλλάδος καὶ τῶν ἀρίστων τῆς Λιβύης μερῶν τῷ μὲν κρατιστεύειν ἐν ἀρετῇ τε καὶ μεγέθει τὰ περιεστῶτα αὐτὴν πρὸς ἡγεμονίαν εὐφυῶς ἔχει, τῷ δʼ ἐγγὺς εἶναι τὸ μετὰ ῥᾳστώνης ὑπουργεῖσθαι πεπόρισται.

εἰ δὲ δεῖ τῷ περὶ τῆς Ἰταλίας λόγῳ προσθεῖναί τινα λόγον κεφαλαιώδη καὶ περὶ τῶν Ῥωμαίων τῶν κατασχόντων αὐτὴν καὶ κατεσκευασμένων ὁρμητήριον πρὸς τὴν σύμπασαν ἡγεμονίαν, προσειλήφθω καὶ ταῦτα, ὅτι Ῥωμαῖοι μετὰ τὴν κτίσιν τῆς Ῥώμης βασιλευόμενοι διετέλεσαν σωφρόνως ἐπὶ πολλὰς γενεάς· ἔπειτα τοῦ ἐσχάτου Ταρκυνίου μοχθηρῶς ἄρχοντος, τὸν μὲν ἐξέβαλον πολιτείαν δὲ συνεστήσαντο μικτὴν ἔκ τε μοναρχίας καὶ ἀριστοκρατίας, κοινωνοῖς δʼ ἐχρήσαντο Σαβίνοις τε καὶ Λατίνοις· οὐκ εὐγνωμόνων δʼ οὔτε ἐκείνων ἀεὶ τυγχάνοντες οὔτε τῶν ἄλλων τῶν πλησιοχώρων ἠναγκάζοντο τρόπον τινὰ τῇ ἐκείνων καταλύσει τὴν σφετέραν ἐπαύξειν. οὕτω δʼ αὐτοῖς κατʼ ὀλίγον προϊοῦσιν εἰς ἐπίδοσιν συνέβη τὴν πόλιν αἰφνιδίως ἀποβαλεῖν παρὰ τὴν ἁπάντων δόξαν, παρὰ δόξαν δὲ καὶ ἀπολαβεῖν· ἐγένετο δὲ τοῦτο, ὥς φησι Πολύβιος, ἔτει ἐννεακαιδεκάτῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην. διακρουσάμενοι δὲ τούτους Ῥωμαῖοι πρῶτον μὲν Λατίνους ἅπαντας ὑπηκόους ἐποιήσαντο, εἶτα Τυρρηνοὺς καὶ Κελτοὺς τοὺς περὶ τὸν Πάδον ἔπαυσαν τῆς πολλῆς καὶ ἀνέδην ἐλευθερίας· εἶτα Σαυνίτας, μετὰ δὲ τούτους Ταραντίνους καὶ Πύρρον κατεπολέμησαν, εἶτʼ ἤδη καὶ τὴν λοιπὴν τῆς νῦν Ἰταλίας πλὴν τῆς περὶ τὸν Πάδον. ταύτης δʼ ἔτι καθεστώσης ἐν πολέμῳ διέβησαν εἰς τὴν Σικελίαν, ἀφελόμενοι δὲ

p.395
Καρχηδονίων αὐτὴν ἐπανῆλθον ἐπὶ τοὺς περὶ τὸν Πάδον· συνεστῶτος δʼ ἔτι τούτου τοῦ πολέμου παρῆν Ἀννίβας εἰς τὴν Ἰταλίαν· καὶ δεύτερος οὗτος πόλεμος πρὸς Καρχηδονίους συνέπεσε, καὶ μετʼ οὐ πολὺ τρίτος, ἐν ᾧ κατεσκάφη Καρχηδών· ἅμα δὲ τήν τε Λιβύην ἔσχον Ῥωμαῖοι καὶ τῆς Ἰβηρίας ὅσον ἀφείλοντο τῶν Καρχηδονίων. συνενεωτέρισαν δὲ τοῖς Καρχηδονίοις οἵ θʼ Ἕλληνες καὶ Μακεδόνες καὶ τῆς Ἀσίας οἱ ἐντὸς Ἅλυος καὶ τοῦ Ταύρου· καὶ τούτους οὖν ἅμα συγκατακτᾶσθαι προήχθησαν, ὧν Ἀντίοχός τε ἦν ὁ βασιλεὺς καὶ Φίλιππος καὶ Περσεύς. καὶ Ἰλλυριῶν δὲ καὶ Θρᾳκῶν οἱ πλησιόχωροι τοῖς τε Ἕλλησι καὶ Μακεδόσιν ἀρχὰς ἔλαβον τοῦ πρὸς Ῥωμαίους πολέμου, καὶ διετέλεσαν πολεμοῦντες μέχρι καταλύσεως ἁπάντων τῶν ἐντὸς Ἴστρου καὶ τῶν ἐντὸς Ἅλυος. τὰ δʼ αὐτὰ ἔπαθον καὶ Ἴβηρες καὶ Κελτοὶ καὶ ἅπαντες οἱ λοιποὶ ὅσοι Ῥωμαίων ὑπακούουσι· τήν τε γὰρ Ἰβηρίαν οὐκ ἐπαύσαντο ὑπαγόμενοι τοῖς ὅπλοις ἕως ἅπασαν κατεστρέψαντο, Νομαντίνους τε ἐξελόντες καὶ Οὐρίαθον καὶ Σερτώριον ὕστερον διαφθείραντες, ὑστάτους δὲ Καντάβρους, οὓς κατέλυσεν ὁ Σεβαστὸς Καῖσαρ· τήν τε Κελτικὴν ἅπασαν τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς σὺν τῇ Λιγυστικῇ πρότερον μὲν κατὰ μέρος ἀεὶ προσήγοντο, ὕστερον δὲ Καῖσαρ ὁ θεὸς καὶ μετὰ ταῦτα ὁ Σεβαστὸς κοινῷ πολέμῳ καὶ ἀθρόως κατεκτήσαντο. νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπʼ αὐτῶν τὴν πατρίδα. τῆς δὲ Λιβύης ὅση μὴ Καρχηδονίων βασιλεῦσιν ἐπετέτραπτο ὑπηκόοις οὖσιν, ἀφιστάμενοι δὲ κατελύοντο· νυνὶ δʼ εἰς Ἰούβαν περιέστηκεν ἥ τε Μαυρουσία καὶ πολλὰ μέρη τῆς ἄλλης Λιβύης διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν. τὰ δʼ ὅμοια καὶ περὶ τὴν Ἀσίαν συνέβη, ἣ κατʼ ἀρχὰς μὲν διὰ τῶν βασιλέων διῳκεῖτο ὑπηκόων ὄντων, ὕστερον δʼ ἐκλιπόντων ἐκείνων, καθάπερ τῶν Ἀτταλικῶν βασιλέων καὶ Σύρων καὶ Παφλαγόνων καὶ Καππαδόκων καὶ Αἰγυπτίων, ἢ
p.396
ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη τοῦ Εὐπάτορος καὶ τῆς Αἰγυπτίας Κλεοπάτρας, ἅπαντα τὰ ἐντὸς Φάσιδος καὶ Εὐφράτου πλὴν Ἀράβων τινῶν ὑπὸ Ῥωμαίοις ἐστὶ καὶ τοῖς ὑπʼ ἐκείνων ἀποδειχθεῖσι δυνάσταις. Ἀρμένιοι δὲ καὶ οἱ ὑπερκείμενοι τῆς Κολχίδος Ἀλβανοί τε καὶ Ἴβηρες παρουσίας δέονται μόνον τῶν ἡγησομένων, καλῶς δὲ κρατοῦνται· νεωτερίζουσι δὲ διὰ τὰς τῶν Ῥωμαίων ἀπασχολίας, καθάπερ καὶ οἱ πέραν τοῦ Ἴστρου τὸν Εὔξεινον περιοικοῦντες πλὴν τοῦ Βοσπόρου καὶ τῶν νομάδων· τὸ μὲν γὰρ ὑπήκοον τὸ δʼ ἄχρηστον εἰς πᾶν διὰ τὸ ἀκοινώνητον, φυλακῆς δὲ μόνον δεόμενον· καὶ τἆλλα δὲ τὰ πολλὰ σκηνιτῶν καὶ νομάδων ἐστὶ πόρρω σφόδρα ὄντων. Παρθυαῖοι δὲ ὅμοροί τε ὄντες καὶ μέγιστον δυνάμενοι τοσοῦτον ὅμως ἐνέδοσαν πρὸς τὴν Ῥωμαίων καὶ τῶν καθʼ ἡμᾶς ἡγεμόνων ὑπεροχὴν ὥστʼ οὐ μόνον τὰ τρόπαια ἔπεμψαν εἰς Ῥώμην ἃ κατὰ Ῥωμαίων ἀνέστησάν ποτε, ἀλλὰ καὶ παῖδας ἐπίστευσε Φραάτης τῷ Σεβαστῷ Καίσαρι καὶ παίδων παῖδας ἐξομηρευσάμενος θεραπευτικῶς τὴν φιλίαν· οἱ δὲ νῦν μετίασιν ἐνθένδε πολλάκις τὸν βασιλεύσοντα, καὶ σχεδόν τι πλησίον εἰσὶ τοῦ ἐπὶ Ῥωμαίοις ποιῆσαι τὴν σύμπασαν ἐξουσίαν. καὶ αὐτὴν δὲ τὴν Ἰταλίαν διαστᾶσαν πολλάκις, ἀφʼ οὗ γε ὑπὸ Ῥωμαίοις ἐστί, καὶ αὐτὴν τὴν Ῥώμην ἡ τῆς πολιτείας ἀρετὴ καὶ τῶν ἡγεμόνων ἐκώλυσεν ἐπὶ πλέον προελθεῖν πλημμελείας καὶ διαφθορᾶς. χαλεπὸν δὲ ἄλλως διοικεῖν τὴν τηλικαύτην ἡγεμονίαν ἢ ἑνὶ ἐπιτρέψαντας ὡς πατρί. οὐδέποτε γοῦν εὐπορῆσαι τοσαύτης εἰρήνης καὶ ἀφθονίας ἀγαθῶν ὑπῆρξε Ῥωμαίοις καὶ τοῖς συμμάχοις αὐτῶν, ὅσην Καῖσάρ τε ὁ Σεβαστὸς παρέσχεν ἀφʼ οὗ παρέλαβε τὴν ἐξουσίαν αὐτοτελῆ, καὶ νῦν ὁ διαδεξάμενος υἱὸς ἐκεῖνον παρέχει Τιβέριος, κανόνα τῆς διοικήσεως καὶ τῶν προσταγμάτων ποιούμενος ἐκεῖνον, καὶ αὐτὸν οἱ παῖδες αὐτοῦ Γερμανικός τε καὶ Δροῦσος ὑπουργοῦντες τῷ πατρί.

p.397