Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

οἱ Τυρρηνοὶ τοίνυν παρὰ τοῖς Ῥωμαίοις Ἑτροῦσκοι καὶ Τοῦσκοι προσαγορεύονται. οἱ δʼ Ἕλληνες οὕτως ὠνόμασαν αὐτοὺς ἀπὸ τοῦ Τυρρηνοῦ Ἄτυος, ὥς φασι, τοῦ στείλαντος ἐκ Λυδίας ἐποίκους δεῦρο. ἐπὶ γὰρ λιμοῦ καὶ ἀφορίας ὁ Ἄτυς, εἷς τῶν ἀπογόνων Ἡρακλέους καὶ Ὀμφάλης, δυεῖν παίδων ὄντων, κλήρῳ Λυδὸν μὲν κατέσχε, τῷ δὲ Τυρρηνῷ τὸν πλείω συστήσας λαὸν ἐξέστειλεν. ἐλθὼν δὲ τήν τε χώραν ἀφʼ ἑαυτοῦ Τυρρηνίαν ἐκάλεσε καὶ δώδεκα πόλεις ἔκτισεν, οἰκιστὴν ἐπιστήσας Τάρκωνα, ἀφʼ οὗ Ταρκυνία ἡ πόλις, ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγεννῆσθαι μυθεύουσι. τότε μὲν οὖν ὑφʼ ἑνὶ ἡγεμόνι ταττόμενοι μέγα ἴσχυον, χρόνοις δʼ ὕστερον διαλυθῆναι τὸ

p.301
σύστημα εἰκὸς καὶ κατὰ πόλεις διασπασθῆναι βίᾳ τῶν πλησιοχώρων εἴξαντας· οὐ γὰρ ἂν χώραν εὐδαίμονα ἀφέντες τῇ θαλάττῃ κατὰ λῃστείαν ἐπέθεντο ἄλλοι πρὸς ἄλλα τραπόμενοι πελάγη, ἐπεί, ὅπου γε συμπνεύσαιεν, ἱκανοὶ ἦσαν οὐκ ἀμύνασθαι μόνον τοὺς ἐπιχειροῦντας αὐτοῖς, ἀλλὰ καὶ ἀντεπιχειρεῖν καὶ μακρὰς στρατείας ποιεῖσθαι. μετὰ δὲ τὴν τῆς Ῥώμης κτίσιν Δημάρατος ἀφικνεῖται λαὸν ἄγων ἐκ Κορίνθου, καὶ δεξαμένων αὐτὸν Ταρκυνιτῶν γεννᾷ Λουκούμωνα ἐξ ἐπιχωρίας γυναικός. γενόμενος δὲ Ἄγκῳ Μαρκίῳ τῷ βασιλεῖ τῶν Ῥωμαίων φίλος, ἐβασίλευσεν οὗτος καὶ μετωνομάσθη Λεύκιος Ταρκύνιος Πρίσκος. ἐκόσμησε δʼ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ ὁ πατὴρ πρότερον, ὁ μὲν εὐπορίᾳ δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν, ὁ δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς. λέγεται δὲ καὶ ὁ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς ὁ τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική, ὅσῃ δημοσίᾳ χρῶνται Ῥωμαῖοι. τούτου δʼ υἱὸς ἦν ὁ δεύτερος Ταρκύνιος ὁ Σούπερβος, ὅσπερ καὶ τελευταῖος βασιλεύσας ἐξέπεσε. Πορσίνας δʼ, ὁ τῶν Κλουσίνων βασιλεύς, πόλεως Τυρρηνίδος, κατάγειν αὐτὸν ἐπιχειρήσας διʼ ὅπλων, ὡς οὐχ οἷός τε ἦν, καταλυσάμενος τὴν ἔχθραν ἀπῆλθε φίλος μετὰ τιμῆς καὶ δωρεῶν μεγάλων.

περὶ μὲν τῆς ἐπιφανείας τῶν Τυρρηνῶν ταῦτα καὶ ἔτι τὰ τοῖς Καιρετανοῖς πραχθέντα --- καὶ γὰρ τοὺς ἑλόντας τὴν Ῥώμην Γαλάτας κατεπολέμησαν ἀπιοῦσιν ἐπιθέμενοι κατὰ Σαβίνους, καὶ ἃ παρʼ ἑκόντων ἔλαβον Ῥωμαίων ἐκεῖνοι λάφυρα ἄκοντας ἀφείλοντο· πρὸς δὲ τούτοις τοὺς καταφυγόντας παρʼ αὐτοὺς ἐκ τῆς Ῥώμης ἔσωσαν καὶ τὸ ἀθάνατον πῦρ καὶ τὰς τῆς Ἑστίας

p.302
ἱερείας. οἱ μὲν οὖν Ῥωμαῖοι διὰ τοὺς τότε φαύλως διοικοῦντας τὴν πόλιν οὐχ ἱκανῶς ἀπομνημονεῦσαι τὴν χάριν αὐτοῖς δοκοῦσι· πολιτείαν γὰρ δόντες οὐκ ἀνέγραψαν εἰς τοὺς πολίτας, ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς μὴ μετέχοντας τῆς ἰσονομίας εἰς τὰς δέλτους ἐξώριζον τὰς Καιρετανῶν. παρὰ δὲ τοῖς Ἕλλησιν εὐδοκίμησεν ἡ πόλις αὕτη διά τε ἀνδρείαν καὶ δικαιοσύνην· τῶν τε γὰρ λῃστηρίων ἀπέσχετο καίπερ δυναμένη πλεῖστον, καὶ Πυθοῖ τὸν Ἀγυλλαίων καλούμενον ἀνέθηκε θησαυρόν. Ἄγυλλα γὰρ ὠνομάζετο τὸ πρότερον ἡ νῦν Καιρέα, καὶ λέγεται Πελασγῶν κτίσμα τῶν ἐκ Θετταλίας ἀφιγμένων· τῶν δὲ Λυδῶν, οἵπερ Τυρρηνοὶ μετωνομάσθησαν, ἐπιστρατευσάντων τοῖς Ἀγυλλαίοις, προσιὼν τῷ τείχει τις ἐπυνθάνετο τοὔνομα τῆς πόλεως, τῶν δʼ ἀπὸ τοῦ τείχους Θετταλῶν τινος ἀντὶ τοῦ ἀποκρίνασθαι προσαγορεύσαντος αὐτὸν χαῖρε, δεξάμενοι τὸν οἰωνὸν οἱ Τυρρηνοὶ τοῦτον ἁλοῦσαν τὴν πόλιν μετωνόμασαν. ἡ δὲ οὕτω λαμπρὰ καὶ ἐπιφανὴς πόλις νῦν ἴχνη σώζει μόνον, εὐανδρεῖ δʼ αὐτῆς μᾶλλον τὰ πλησίον θερμά, ἃ καλοῦσι Καιρετανά, διὰ τοὺς φοιτῶντας θεραπείας χάριν.

τοὺς δὲ Πελασγούς, ὅτι μὲν ἀρχαῖόν τι φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπιπολάσαν καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν, ὁμολογοῦσιν ἅπαντες σχεδόν τι. νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι στρατιωτικὸν βίον, εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις, παρʼ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι. καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν, ὥς φησιν Ὅμηρος· λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπην ἄλλη δʼ ἄλλων

p.303
γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες, δῖοί τε Πελασγοί. καὶ τὸ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς. τόν τε Δία τὸν Δωδωναῖον αὐτὸς ὁ ποιητὴς ὀνομάζει Πελασγικόν Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ. πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων· Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες, οἱ ὕστερον ἀπʼ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι· καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι, καὶ τοῖς ἐν τῇ Τρῳάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους Πελασγούς Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον. τῷ δʼ Ἐφόρῳ τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος. φησὶ γάρ υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο, ὅν ποτε τίκτε Πελασγός. Αἰσχύλος δʼ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκέτισι καὶ Δαναΐσι τὸ γένος αὐτῶν. καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι, καὶ Εὐριπίδης δʼ ἐν Ἀρχελάῳ φησὶν ὅτι Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ ἐλθὼν ἐς Ἄργος ᾤκισʼ Ἰνάχου πόλιν, Πελασγιώτας δʼ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκʼ ἀνʼ Ἑλλάδα. Ἀντικλείδης δὲ πρώτους φησὶν αὐτοὺς τὰ περὶ Λῆμνον καὶ Ἴμβρον κτίσαι, καὶ δὴ τούτων τινὰς καὶ μετὰ Τυρρηνοῦ τοῦ Ἄτυος εἰς τὴν Ἰταλίαν συνᾶραι. καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων[*](post γενομένων· τῶν Πελασγῶν), διὰ δὲ
p.304
τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφʼ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.

τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων, πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. εἰς μὲν οὖν Πίσας ἀπὸ Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν δʼ εἰς Ὀυολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δʼ ἐνθένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοι φασί --- Πολύβιος δʼ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει. τούτων δʼ ἡ μὲν Λοῦνα πόλις ἐστὶ καὶ λιμήν, καλοῦσι δʼ οἱ Ἕλληνες Σελήνης λιμένα καὶ πόλιν. ἡ μὲν οὖν πόλις οὐ μεγάλη, ὁ δὲ λιμὴν μέγιστός τε καὶ κάλλιστος, ἐν αὑτῷ περιέχων πλείους λιμένας ἀγχιβαθεῖς πάντας, οἷον ἂν γένοιτο ὁρμητήριον θαλαττοκρατησάντων ἀνθρώπων τοσαύτης μὲν θαλάττης τοσοῦτον δὲ χρόνον. περικλείεται δʼ ὁ λιμὴν ὄρεσιν ὑψηλοῖς, ἀφʼ ὧν τὰ πελάγη κατοπτεύεται καὶ ἡ Σαρδὼ καὶ τῆς ᾐόνος ἑκατέρωθεν πολὺ μέρος. μέταλλα δὲ λίθου λευκοῦ τε καὶ ποικίλου γλαυκίζοντος τοσαῦτά τʼ ἐστὶ καὶ τηλικαῦτα, μονολίθους ἐκδιδόντα πλάκας καὶ στύλους, ὥστε τὰ πλεῖστα τῶν ἐκπρεπῶν ἔργων τῶν ἐν τῇ Ῥώμῃ καὶ ταῖς ἄλλαις πόλεσιν ἐντεῦθεν ἔχειν τὴν χορηγίαν· καὶ γὰρ εὐεξάγωγός ἐστιν ἡ λίθος, τῶν μετάλλων ὑπερκειμένων τῆς θαλάττης πλησίον, ἐκ δὲ τῆς θαλάττης διαδεχομένου τοῦ Τιβέριος τὴν κομιδήν· καὶ τὴν ξυλείαν τὴν εἰς τὰς οἰκοδομὰς σελμάτων εὐθυτάτων καὶ εὐμηκεστάτων ἡ Τυρρηνία χορηγεῖ τὴν πλείστην, τῷ ποταμῷ κατάγουσα ἐκ τῶν ὀρῶν εὐθύς. πρὸς δὲ τοῖς ὄρεσι τοῖς

p.305
ὑπερκειμένοις τῆς Λούνης ἐστὶ πόλις Λοῦκα. μεταξὺ δὲ Λούνης καὶ Πίσης ὁ Μάκρας ἐστὶ * χωρίον, ᾧ πέρατι τῆς Τυρρηνίας καὶ τῆς Λιγυστικῆς κέχρηνται τῶν συγγραφέων πολλοί. ἡ δὲ Πῖσα κτίσμα μέν ἐστι τῶν ἐν Πελοποννήσῳ Πισατῶν, οἳ μετὰ Νέστορος ἐπὶ Ἴλιον στρατεύσαντες κατὰ τὸν ἀνάπλουν ἐπλανήθησαν, οἱ μὲν εἰς τὸ Μεταπόντιον οἱ δʼ εἰς τὴν Πισᾶτιν, ἅπαντες Πύλιοι καλούμενοι. δυεῖν δὲ ποταμῶν κεῖται μεταξὺ κατʼ αὐτὴν τὴν συμβολήν, Ἄρνου τε καὶ Αὔσαρος, ὧν ὁ μὲν ἐξ Ἀρρητίου φέρεται πολύς, οὐχὶ πᾶς, ἀλλὰ τριχῆ σχισθείς, ὁ δʼ ἐκ τῶν Ἀπεννίνων ὀρῶν· συμπεσόντες δʼ εἰς ἓν ῥεῖθρον μετεωρίζουσιν ἀλλήλους ταῖς ἀντικοπαῖς ἐπὶ τοσοῦτον ὥστε τοὺς ἐπὶ τῶν ᾐόνων ἑστῶτας ἀμφοτέρων μηδέτερον ὑπὸ θατέρου καθορᾶσθαι, ὥστʼ ἀνάγκη δυσανάπλωτα ἐκ θαλάττης εἶναι· στάδιοι δʼ εἰσὶ τοῦ ἀνάπλου περὶ εἴκοσι. μυθεύουσι δʼ, ὅτε πρῶτον ἐκ τῶν ὀρῶν οἱ ποταμοὶ κατεφέροντο οὗτοι, κωλυομένους ὑπὸ τῶν ἐπιχωρίων μὴ συμπεσόντες εἰς ἓν κατακλύζοιεν τὴν χώραν, ὑποσχέσθαι μὴ κατακλύσειν, καὶ φυλάξαι τὴν πίστιν. δοκεῖ δʼ ἡ πόλις εὐτυχῆσαί ποτε, καὶ νῦν οὐκ ἀδοξεῖ διά τε εὐκαρπίαν καὶ τὰ λιθουργεῖα καὶ τὴν ὕλην τὴν ναυπηγήσιμον, ᾗ τὸ μὲν παλαιὸν ἐχρῶντο πρὸς τοὺς κατὰ θάλατταν κινδύνους· καὶ γὰρ μαχιμώτεροι Τυρρηνῶν ὑπῆρξαν, καὶ παρώξυναν αὐτοὺς οἱ Λίγυες πονηροὶ γείτονες παρὰ πλευρὰν ὄντες· νῦν δὲ τὸ πλέον εἰς τὰς οἰκοδομὰς ἀναλίσκεται τὰς ἐν Ῥώμῃ κἀν ταῖς ἐπαύλεσι βασίλεια κατασκευαζομένων Περσικά.

τῶν δὲ Ὀυολατερρανῶν ἡ μὲν χώρα κλύζεται τῇ θαλάττῃ, τὸ δὲ κτίσμα ἐν φάραγγι βαθείᾳ λόφος ἐστὶν ὑψηλὸς περίκρημνος πάντη τὴν κορυφὴν ἐπίπεδος, ἐφʼ ᾗ ἵδρυται τὸ τεῖχος τῆς πόλεως. ἡ δʼ ἐπʼ αὐτὴν

p.306
ἀνάβασις πεντεκαίδεκα σταδίων ἐστὶν ἀπὸ τῆς βάσεως, ὀξεῖα πᾶσα καὶ χαλεπή. ἐνταῦθα συνέστησαν τινὲς τῶν Τυρρηνῶν καὶ τῶν προγεγραμμένων ὑπὸ Σύλλα· πληρώσαντες δὲ τέτταρα τάγματα στρατιᾶς διετῆ χρόνον ἐπολιορκήθησαν, εἶθʼ ὑπόσπονδοι παρεχώρησαν τοῦ τόπου. τὸ δὲ Ποπλώνιον ἐπʼ ἄκρας ὑψηλῆς ἵδρυται κατερρωγυίας εἰς τὴν θάλατταν καὶ χερρονησιζούσης, πολιορκίαν καὶ αὐτὸ δεδεγμένον περὶ τοὺς αὐτοὺς καιρούς. τὸ μὲν οὖν πολίχνιον πᾶν ἔρημόν ἐστι πλὴν τῶν ἱερῶν καὶ κατοικιῶν ὀλίγων, τὸ δʼ ἐπίνειον οἰκεῖται βέλτιον, πρὸς τῇ ῥίζῃ τοῦ ὄρους λιμένιον ἔχον καὶ νεωσοίκους δύο· καὶ δοκεῖ μοι μόνη τῶν Τυρρηνίδων τῶν παλαιῶν αὕτη πόλεων ἐπʼ αὐτῇ τῇ θαλάττῃ ἱδρῦσθαι· αἴτιον δʼ ἐστὶ τὸ τῆς χώρας ἀλίμενον· διόπερ παντάπασιν ἔφευγον οἱ κτίσται τὴν θάλατταν ἢ προεβάλλοντο ἐρύματα πρὸ αὐτῆς, ὥστε μὴ λάφυρον ἕτοιμον ἐκκεῖσθαι τοῖς ἐπιπλεύσασιν. ἔστι δὲ καὶ θυννοσκοπεῖον ὑπὸ τῇ ἄκρᾳ. κατοπτεύεται δʼ ἀπὸ τῆς πόλεως πόρρωθεν μὲν καὶ μόλις ἡ Σαρδώ, ἐγγυτέρω δʼ ἡ Κύρνος ἑξήκοντά πως διέχουσα τῆς Σαρδόνος σταδίους, πολὺ δὲ μᾶλλον τούτων ἡ Αἰθαλία, ἣ προσεχεστέρα τῇ ἠπείρῳ ἐστὶν ὅσον τριακοσίους διέχουσα σταδίους, ὅσους καὶ τῆς Κύρνου διέχει. ἄριστον δʼ ἀφετήριον τοῦτο τὸ χωρίον ἐστὶν ἐπὶ τὰς τρεῖς τὰς λεχθείσας νήσους. εἴδομεν δὲ καὶ ταύτας ἡμεῖς ἀναβάντες ἐπὶ τὸ Ποπλώνιον καὶ μέταλλά τινα ἐν τῇ χώρᾳ ἐκλελειμμένα. εἴδομεν δὲ καὶ τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας κομιζόμενον· οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῇ νήσῳ, κομίζεται δʼ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον ἡ νῆσος ἔχει καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι πάλιν τῷ χρόνῳ τὰ μεταλλευθέντα,
p.307
καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τὰς ἐν Ἰνδοῖς ἅλας, ἅς φησι Κλείταρχος. οὔτʼ οὖν Ἐρατοσθένης ὀρθῶς ὁ φήσας μὴ καθορᾶσθαι μήτε τὴν Κύρνον ἐκ τῆς ἠπείρου μήτε τὴν Σαρδόνα, οὔτʼ Ἀρτεμίδωρος ὁ φήσας ἐν χιλίοις εἶναι καὶ διακοσίοις σταδίοις πελαγίας ἀμφοτέρας. καὶ γὰρ εἴ τισιν, ἡμῖν γε οὐκ ἂν ὑπῆρξαν ὁραταὶ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον σαφεῖς ἑωρῶντο, καὶ μάλιστα ἡ Κύρνος. ἔστι δὲ κατὰ τὴν Αἰθαλίαν λιμὴν Ἀργῷος ἀπὸ τῆς Ἀργοῦς, ὥς φασιν. ἐκεῖσε γὰρ πλεῦσαι τὴν τῆς Κίρκης οἴκησιν ζητοῦντα τὸν Ἰάσονα, τῆς Μηδείας ἐθελούσης ἰδεῖν τὴν θεάν· καὶ δὴ καὶ τῶν ἀποστλεγγισμάτων παγέντων, ἃ ἐποίουν οἱ Ἀργοναῦται, διαμένειν ἔτι καὶ νῦν διαποικίλους τὰς ἐπὶ τῆς ᾐόνος ψήφους. αἱ δὲ τοιαῦται μυθοποιίαι τεκμήρια τῶν λεγομένων ὑφʼ ἡμῶν εἰσίν, ὅτι οὐ πάντα Ὅμηρος αὐτὸς ἔπλαττεν, ἀλλʼ ἀκούων θρυλουμένων τῶν τοιούτων πολλῶν αὐτὸς προσετίθει μήκη διαστημάτων καὶ ἐκτοπισμῶν· καὶ καθάπερ τὸν Ὀδυσσέα εἰς τὸν ὠκεανὸν ἐξέβαλε, παραπλησίως καὶ τὸν Ἰάσονα, γενομένης καὶ τούτῳ πλάνης τινὸς κἀκείνῳ, καθάπερ καὶ Μενελάῳ. περὶ μὲν οὖν τῆς Αἰθαλίας τοσαῦτα.