Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ τὴν σύρτιν Ζοῦχις ἔστι λίμνη σταδίων

p.1165
τετρακοσίων στενὸν ἔχουσα εἴσπλουν καὶ παρʼ αὐτὴν πόλις ὁμώνυμος πορφυροβαφεῖα ἔχουσα καὶ ταριχείας παντοδαπάς· εἶτʼ ἄλλη λίμνη πολὺ ἐλάττων· καὶ μετὰ ταύτην Ἀβρότονον πόλις καὶ ἄλλαι τινές, συνεχῶς δὲ Νεάπολις, ἣν καὶ Λέπτιν καλοῦσιν· ἐντεῦθεν δʼ ἐστὶ δίαρμα τὸ Λοκρῶν τῶν Ἐπιζεφυρίων τρισχίλιοι ἑξακόσιοι στάδιοι. ἑξῆς δʼ ἐστὶ Κίνυψ ποταμός· καὶ μετὰ ταῦτα διατείχισμά τι, ὃ ἐποίησαν Καρχηδόνιοι γεφυροῦντες βάραθρά τινα εἰς τὴν χώραν ἀνέχοντα· εἰσὶ δὲ καὶ ἀλίμενοί τινες ἐνταῦθα τόποι, τῆς ἄλλης παραλίας ἐχούσης λιμένας· εἶτʼ ἄκρα ὑψηλὴ καὶ ὑλώδης, ἀρχὴ τῆς μεγάλης σύρτεως, καλοῦσι δὲ Κεφαλάς· εἰς ταύτην δὲ τὴν ἄκραν ἐκ Καρχηδόνος στάδιοί εἰσι μικρῷ πλείους τῶν πεντακισχιλίων.

̔υπέρκειται δὲ τῆς ἀπὸ Καρχηδόνος παραλίας μέχρι Κεφαλῶν καὶ μέχρι τῆς Μασαισυλίων ἡ τῶν Λιβοφοινίκων γῆ μέχρι τῆς τῶν Γαιτούλων ὀρεινῆς ἤδη Λιβυκῆς οὔσης. ἡ δʼ ὑπὲρ τῶν Γαιτούλων ἐστὶν ἡ τῶν Γαραμάντων γῆ παράλληλος ἐκείνῃ, ὅθεν οἱ καρχηδόνιοι κομίζονται λίθοι· τοὺς δὲ Γαράμαντας ἀπὸ τῶν Αἰθιόπων[*](καὶ ante τῶν) τῶν παρωκεανιτῶν ἀφεστάναι φασὶν ἡμερῶν ἐννέα ἢ καὶ δέκα ὁδόν, τοῦ δὲ Ἄμμωνος καὶ πεντεκαίδεκα. μεταξὺ δὲ τῆς Γαιτούλων καὶ τῆς ἡμετέρας παραλίας πολλὰ μὲν πεδία, πολλὰ δὲ ὄρη καὶ λίμναι μεγάλαι καὶ ποταμοί, ὧν τινες καὶ καταδύντες ὑπὸ γῆς ἀφανεῖς γίνονται· λιτοὶ δὲ σφόδρα τοῖς βίοις εἰσὶ καὶ τῷ κόσμῳ, πολυγύναικες δὲ καὶ πολύπαιδες, τἆλλα δὲ ἐμφερεῖς τοῖς νομάσι τῶν Ἀράβων· καὶ ἵπποι δὲ καὶ βόες μακροτραχηλότεροι τῶν παρʼ ἄλλοις· ἱπποφόρβια δʼ ἐστὶν ἐσπουδασμένα διαφερόντως τοῖς

p.1166
βασιλεῦσιν, ὥστε καὶ ἀριθμὸν ἐξετάζεσθαι πώλων κατʼ ἔτος εἰς μυριάδας δέκα. τὰ δὲ πρόβατα γάλακτι καὶ κρέασιν ἐκτρέφεται, καὶ μάλιστα πρὸς τοῖς Αἰθίοψι. τοιαῦτα μὲν τὰ ἐν τῇ μεσογαίᾳ.

̔η δὲ μεγάλη σύρτις τὸν μὲν κύκλον ἔχει σταδίων τρισχιλίων ἐνακοσίων τριάκοντά που, τὴν δʼ ἐπὶ τὸν μυχὸν διάμετρον χιλίων πεντακοσίων, τοσοῦτον δέ που καὶ τὸ τοῦ στόματος πλάτος. ἡ χαλεπότης δὲ καὶ ταύτης τῆς σύρτεως καὶ τῆς μικρᾶς --- ὅτι πολλαχοῦ τεναγώδης ἐστὶν ὁ βυθὸς καὶ κατὰ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας συμβαίνει τισὶν ἐμπίπτειν εἰς τὰ βράχη καὶ καθίζειν, σπάνιον δʼ εἶναι τὸ σωζόμενον σκάφος. διόπερ πόρρωθεν τὸν παράπλουν ποιοῦνται φυλαττόμενοι μὴ ἐμπέσοιεν εἰς τοὺς κόλπους ὑπʼ ἀνέμων ἀφύλακτοι ληφθέντες· τὸ μέντοι παρακίνδυνον τῶν ἀνθρώπων ἁπάντων διαπειρᾶσθαι ποιεῖ, καὶ μάλιστα τῶν παρὰ γῆν παράπλων. εἰσπλέοντι δὴ τὴν μεγάλην σύρτιν ἐν δεξιᾷ μετὰ τὰς Κεφαλὰς ἔστι λίμνη τριακοσίων που σταδίων τὸ μῆκος ἑβδομήκοντα δὲ τὸ πλάτος, ἐκδιδοῦσα εἰς τὸν κόλπον, ἔχουσα καὶ νησία καὶ ὕφορμον πρὸ τοῦ στόματος. μετὰ δὲ τὴν λίμνην τόπος ἐστὶν Ἀσπὶς καὶ λιμὴν κάλλιστος τῶν ἐν τῇ σύρτει. συνεχὴς δὲ ὁ Εὐφράντας πύργος ἐστίν, ὅριον τῆς πρότερον Καρχηδονίας γῆς καὶ τῆς Κυρηναίας τῆς ὑπὸ Πτολεμαίῳ· εἶτʼ ἄλλος τόπος Χάραξ καλούμενος, ᾧ ἐμπορίῳ ἐχρῶντο Καρχηδόνιοι κομίζοντες οἶνον, ἀντιφορτιζόμενοι δὲ ὀπὸν καὶ σίλφιον παρὰ τῶν ἐκ Κυρήνης λάθρᾳ παρακομιζόντων· εἶθʼ οἱ Φιλαίνων βωμοί· καὶ μετὰ δὲ τούτους Αὐτόμαλα φρούριον φυλακὴν ἔχον, ἱδρυμένον κατὰ τὸν μυχὸν τοῦ κόλπου παντός. ἔστι δʼ ὁ διὰ τοῦ μυχοῦ τούτου παράλληλος τοῦ μὲν διʼ Ἀλεξανδρείας μικρῷ νοτιώτερος χιλίοις σταδίοις, τοῦ

p.1167
δὲ διὰ Καρχηδόνος ἐλάττοσιν ἢ δισχιλίοις· πίπτοι δʼ ἂν τῇ μὲν καθʼ Ἡρώων πόλιν τὴν ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου, τῇ δὲ κατὰ τὴν μεσόγαιαν τῶν Μασαισυλίων καὶ τῶν Μαυρουσίων· ὅπου τὸ λειπόμενον ἤδη τῆς παραλίας ἐστὶν εἰς πόλιν Βερενίκην στάδιοι[*](post στάδιοι· ἐννακις) χίλιοι πεντακόσιοι. ὑπέρκεινται δὲ τοῦ μήκους τοῦδε[*](post τοῦδε· πλάτους) παρήκοντες καὶ μέχρι τῶν Φιλαίνου βωμῶν οἱ προσαγορευόμενοι Νασαμῶνες, Λιβυκὸν ἔθνος· ἔχει δὲ τὸ μεταξὺ διάστημα καὶ λιμένας οὐ πολλοὺς ὑδρεῖά τε σπάνια. ἔστι δὲ ἄκρα λεγομένη Ψευδοπενιάς, ἐφʼ ἧς ἡ Βερενίκη τὴν θέσιν ἔχει παρὰ λίμνην τινὰ Τριτωνίδα, ἐν ᾗ μάλιστα νησίον ἐστὶ καὶ ἱερὸν τῆς Ἀφροδίτης ἐν αὐτῷ· ἔστι δὲ καὶ λίμνη Ἑσπερίδων, καὶ ποταμὸς ἐμβάλλει Λάθων. ἐνδοτέρω δὲ τῆς Βερενίκης ἐστὶ τὸ μικρὸν ἀκρωτήριον λεγόμενον Βόρειον ὃ ποιεῖ τὸ στόμα τῆς σύρτεως πρὸς τὰς Κεφαλάς· κεῖται δὲ ἡ Βερενίκη κατὰ τὰ ἄκρα τῆς Πελοποννήσου, κατὰ τὸν καλούμενον Ἰχθύν καὶ τὸν Χελωνάταν, καὶ ἔτι κατὰ τὴν Ζάκυνθον, ἐν διάρματι σταδίων τρισχιλίων ἑξακοσίων. ἐκ ταύτης τῆς πόλεως τριακοσταῖος πεζῇ περιώδευσε τὴν σύρτιν Μάρκος Κάτων, κατάγων στρατιὰν πλειόνων ἢ μυρίων ἀνδρῶν,[*](ante εἰς· ὁ) εἰς μέρη διελὼν τῶν ὑδρείων χάριν· ὥδευσε δὲ πεζὸς ἐν ἄμμῳ βαθείᾳ καὶ καύμασι. μετὰ δὲ Βερενίκην πόλις ἐστὶ Ταύχειρα ἣν καὶ Ἀρσινόην καλοῦσιν· εἶθʼ ἡ Βάρκη πρότερον, νῦν δὲ Πτολεμαΐς· εἶτα Φυκοῦς ἄκρα, ταπεινὴ μὲν πλεῖστον δʼ ἐκκειμένη πρὸς ἄρκτον παρὰ τὴν ἄλλην τὴν Λιβυκὴν παραλίαν· κεῖται δὲ κατὰ Ταίναρον τῆς Λακωνικῆς ἐν διάρματι δισχιλίων ὀκτακοσίων σταδίων· ἔστι δὲ καὶ πολίχνιον ὁμώνυμον
p.1168
τῇ ἄκρᾳ. οὐ πολὺ δὲ τοῦ Φυκοῦντος ἀπέχει τὸ τῶν Κυρηναίων ἐπίνειον ἡ Ἀπολλωνία, ὅσον ἑκατὸν καὶ ἑβδομήκοντα σταδίοις, τῆς δὲ Βερενίκης χιλίοις, τῆς δὲ Κυρήνης ὀγδοήκοντα, πόλεως μεγάλης ἐν τραπεζοειδεῖ πεδίῳ κειμένης, ὡς ἐκ τοῦ πελάγους ἑωρῶμεν αὐτήν.

ἔστι δὲ Θηραίων κτίσμα, Λακωνικῆς νήσου, ἣν καὶ Καλλίστην ὠνόμαζον τὸ παλαιόν, ὥς φησι καὶ Καλλίμαχος καλλίστη τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρη, μήτηρ εὐίππου πατρίδος ἡμετέρης. κεῖται δὲ τὸ τῶν Κυρηναίων ἐπίνειον κατὰ τὸ ἑσπέριον τῆς Κρήτης ἄκρον, τὸ τοῦ Κριοῦ μέτωπον, ἐν διάρματι διςχιλίων σταδίων· ὁ δὲ πλοῦς λευκονότῳ. λέγεται δὲ ἡ Κυρήνη κτίσμα Βάττου· πρόγονον δὲ τοῦτον ἑαυτοῦ φάσκει Καλλίμαχος· ηὐξήθη δὲ διὰ τὴν ἀρετὴν τῆς χώρας· καὶ γὰρ ἱπποτρόφος ἐστὶν ἀρίστη καὶ καλλίκαρπος, καὶ πολλοὺς ἄνδρας ἀξιολόγους ἔσχε καὶ δυναμένους ἐλευθερίας ἀξιολόγως προΐστασθαι καὶ πρὸς τοὺς ὑπερκειμένους βαρβάρους ἰσχυρῶς ἀντέχειν. τὸ μὲν οὖν παλαιὸν αὐτόνομος ἦν ἡ πόλις· εἶτα οἱ τὴν Αἴγυπτον κατασχόντες Μακεδόνες αὐξηθέντες ἐπέθεντο αὐτοῖς, ἀρξάντων τῶν περὶ Θίβρωνα τῶν ἀνελόντων τὸν Ἅρπαλον. βασιλευθέντες δὲ χρόνους τινὰς εἰς τὴν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν ἐστιν ἐπαρχία τῇ Κρήτῃ συνεζευγμένη· τῆς δὲ Κυρήνης ἐστὶ περιπόλια ἥ τε Ἀπολλωνία καὶ ἡ Βάρκη καὶ ἡ Ταύχειρα καὶ Βερενίκη καὶ τὰ ἄλλα πολίχνια τὰ πλησίον.