Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

βασιλεύονται δʼ ὑπὸ τῶν ἀπὸ γένους· ὁ δʼ ἀπειθῶν ἀποτμηθεὶς κεφαλὴν καὶ βραχίονα ῥίπτεται. γαμοῦσι δὲ πολλὰς καὶ ἅμα παλλακὰς τρέφουσι πλείους πολυτεκνίας χάριν. τιθέασι δὲ καὶ οἱ βασιλεῖς ἆθλα πολυτεκνίας κατʼ ἔτος· τὰ δὲ τρεφόμενα μέχρι ἐτῶν τεττάρων οὐκ ἄγεται τοῖς γονεῦσιν εἰς ὄψιν. οἱ δὲ γάμοι κατὰ τὰς ἀρχὰς τῆς ἐαρινῆς ἰσημερίας ἐπιτελοῦνται --- παρέρχεται δʼ ἐπὶ τὸν θάλαμον προφαγὼν μῆλον ἢ καμήλου μυελόν, ἄλλο δʼ οὐδὲν τὴν ἡμέραν ἐκείνην.

Ἀπὸ δὲ πέντε ἐτῶν ἕως τετάρτου καὶ εἰκοστοῦ παιδεύονται τοξεύειν καὶ ἀκοντίζειν καὶ ἱππάζεσθαι καὶ ἀληθεύειν, διδασκάλοις τε λόγων τοῖς σωφρονεστάτοις χρῶνται, οἳ καὶ τὸ μυθῶδες πρὸς τὸ συμφέρον ἀνάγοντες παραπλέκουσι, καὶ μέλους χωρὶς καὶ μετʼ

p.1023
ᾠδῆς ἔργα θεῶν τε καὶ ἀνδρῶν τῶν ἀρίστων ἀναδιδόντες. συνάγουσι δʼ εἰς ἕνα τόπον, ψόφῳ χαλκοῦ πρὸ ὄρθρου διεγείροντες ὡς ἐπὶ ἐξοπλισίαν ἢ θήραν· τάξαντες δʼ ἀνὰ πεντήκοντα ἡγεμόνα τῶν βασιλέως τινὰ παίδων αὐτοῖς ἢ σατράπου τρέχοντι κελεύουσιν ἕπεσθαι, χωρίον ἀφορίσαντες τριάκοντα ἢ τετταράκοντα σταδίων. ἀπαιτοῦσι δὲ καὶ λόγον ἑκάστου μαθήματος, ἅμα καὶ μεγαλοφωνίαν καὶ πνεῦμα καὶ πλευρὰν ἀσκοῦντες, καὶ πρὸς καῦμα δὲ καὶ πρὸς ψῦχος καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις ὥστʼ ἄβροχα φυλάττειν καὶ ὅπλα καὶ ἐσθῆτα, καὶ ποιμαίνειν δὲ καὶ ἀγραυλεῖν καὶ καρποῖς ἀγρίοις χρῆσθαι, τερμίνθῳ δρυοβαλάνοις ἀχράδι[*](post ἀχράδι· καλοῦνται δʼ οὗτοι Κάρδακες, ἀπὸ κλοπείας τρεφόμενοι· κάρδα γὰρ τὸ ἀνδρῶδες καὶ πολεμικὸν λέγεται.). ἡ δὲ καθʼ ἡμέραν δίαιτα ἄρτος μετὰ τὸ γυμνάσιον καὶ μᾶζα καὶ κάρδαμον καὶ ἁλῶν χόνδρος καὶ κρέα ὀπτὰ ἢ ἑφθὰ ἐξ ὕδατος, ποτὸν δʼ ὕδωρ. θηρεύουσι δὲ σαύνια ἀφʼ ἵππων βάλλοντες καὶ τοξεύματα καὶ σφενδονῶντες. δείλης δὲ φυτουργεῖν καὶ ῥιζοτομεῖν ἀσκοῦσι καὶ ὁπλοποιεῖν καὶ λίνα καὶ ἄρκυς φιλοτεχνεῖν. οὐχ ἅπτονται δὲ τῶν θηρευμάτων οἱ παῖδες, ἀλλὰ κομίζειν οἴκαδε ἔθος. τίθεται δʼ ὑπὸ τοῦ βασιλέως ἆθλα δρόμου καὶ τῶν ἄλλων τῶν ἐν τοῖς πεντάθλοις. κοσμοῦνται δʼ οἱ παῖδες χρυσῷ, τὸ πυρωπὸν τιθεμένων ἐν τιμῇ· διὸ οὐδὲ νεκρῷ προσφέρουσι καθάπερ οὐδὲ τὸ πῦρ κατὰ τιμήν.

στρατεύονται δὲ καὶ ἄρχουσιν ἀπὸ εἴκοσιν ἐτῶν ἕως πεντήκοντα πεζοί τε καὶ ἱππεῖς· ἀγορᾶς δὲ οὐχ ἅπτονται· οὔτε γὰρ πωλοῦσιν οὔτʼ ὠνοῦνται. ὁπλίζονται δὲ γέρρῳ ῥομβοειδεῖ, παρὰ δὲ τὰς φαρέτρας σαγάρεις ἔχουσι καὶ κοπίδας, περὶ δὲ τῇ κεφαλῇ

p.1024
πίλημα πυργωτόν, θώραξ δʼ ἐστὶν αὐτοῖς φολιδωτός. ἐσθὴς δὲ τοῖς ἡγεμόσι μὲν ἀναξυρὶς τριπλῆ, χιτὼν δὲ χειριδωτὸς διπλοῦς ἕως γόνατος, ὁ ὑπενδύτης μὲν λευκός, ἄνθινος δʼ ὁ ἐπάνω· ἱμάτιον δὲ θέρους μὲν πορφυροῦν ἢ ἰάνθινον, χειμῶνος δʼ ἄνθινον, τιᾶραι παραπλήσιαι ταῖς τῶν Μάγων, ὑπόδημα κοῖλον διπλοῦν, τοῖς δὲ πολλοῖς χιτὼν ἕως μεσοκνημίου[*](καὶ ante διπλοῦς) διπλοῦς, ῥάκος δὲ σινδόνιόν τι περὶ τῇ κεφαλῇ· ἔχει δʼ ἕκαστος τόξον καὶ σφενδόνην. δειπνοῦσι δὲ πολυτελῶς Πέρσαι τιθέντες καὶ ὁλομελῆ καὶ πολλὰ καὶ ποικίλα· κόσμος τε λαμπρὸς στρωμνῆς ἐκπωμάτων τε καὶ τῶν ἄλλων ὥστε χρυσῷ καὶ ἀργύρῳ καταλάμπεσθαι.

Ἐν οἴνῳ τὰ μέγιστα βουλεύονται, καὶ βεβαιότερα τῶν ἐν νήψει τίθενται. τῶν κατὰ τὰς ὁδοὺς συναντώντων τοὺς μὲν γνωρίμους καὶ ἰσοτίμους φιλοῦσι προσιόντες, τοῖς δὲ ταπεινοτέροις παραβάλλουσι τὴν γνάθον καὶ δέχονται ταύτῃ τὸ φίλημα· οἱ δʼ ἔτι ταπεινότεροι προσκυνοῦσι μόνον. θάπτουσι δὲ κηρῷ περιπλάσαντες τὰ σώματα, τοὺς δὲ Μάγους οὐ θάπτουσιν, ἀλλʼ οἰωνοβρώτους ἐῶσι· τούτοις δὲ καὶ μητράσι συνέρχεσθαι πάτριον νενόμισται. τοιαῦτα μὲν τὰ ἔθη.