Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

Ἐν δὲ τῇ Μουσικανοῦ καὶ σῖτον αὐτοφυῆ λέγει πυρῷ παραπλήσιον καὶ ἄμπελον, ὥστʼ οἰνοφορεῖν τῶν ἄλλων ἄοινον λεγόντων τὴν Ἰνδικήν· ὥστε μηδʼ αὐλὸν εἶναι κατὰ τὸν Ἀνάχαρσιν μηδʼ ἄλλο τῶν μουσικῶν ὀργάνων μηδὲν πλὴν κυμβάλων καὶ τυμπάνων καὶ κροτάλων ἃ τοὺς θαυματοποιοὺς κεκτῆσθαι. καὶ πολυφάρμακον δὲ καὶ πολύρριζον τῶν τε σωτηρίων καὶ τῶν ἐναντίων, ὥσπερ καὶ πολυχρώματον, καὶ οὗτος εἴρηκε καὶ ἄλλοι γε· προστίθησι δʼ οὗτος ὅτι καὶ νόμος εἴη τὸν ἀνευρόντα τι τῶν ὀλεθρίων, ἐὰν μὴ προσανεύρῃ καὶ τὸ ἄκος αὐτοῦ, θανατοῦσθαι· ἀνευρόντα δὲ τιμῆς τυγχάνειν παρὰ τοῖς βασιλεῦσιν. ἔχειν δὲ καὶ κιννάμωμον καὶ νάρδον καὶ τὰ ἄλλα ἀρώματα τὴν νότιον γῆν τὴν Ἰνδικὴν ὁμοίως ὥσπερ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν ἔχουσάν τι ἐμφερὰς ἐκείναις κατὰ τοὺς ἡλίους· διαφέρειν δὲ τῷ πλεονασμῷ τῶν ὑδάτων ὥστʼ ἔνικμον εἶναι τὸν ἀέρα καὶ τροφιμώτερον παρὰ τοῦτο καὶ γόνιμον μᾶλλον, ὡς δʼ αὕτως καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ᾗ δὴ καὶ μείζω τά τε χερσαῖα τῶν ζῴων καὶ τὰ καθʼ ὕδατος τὰ ἐν Ἰνδοῖς τῶν παρʼ ἄλλοις εὑρίσκεσθαι. καὶ τὸν Νεῖλον δʼ εἶναι γόνιμον μᾶλλον ἑτέρων καὶ μεγαλοφυῆ γεννᾶν καὶ τἆλλα καὶ τὰ ἀμφίβια, τάς τε γυναῖκας ἔσθʼ ὅτε καὶ τετράδυμα τίκτειν τὰς Αἰγυπτίας· Ἀριστοτέλης δέ τινα καὶ ἑπτάδυμα ἱστορεῖ τετοκέναι, καὶ αὐτὸς πολύγονον καλῶν τὸν Νεῖλον καὶ τρόφιμον διὰ τὴν ἐκ τῶν ἡλίων μετρίαν ἕψησιν αὐτὸ καταλειπόντων τὸ τρόφιμον τὸ δὲ περιττὸν ἐκθυμιώντων.

ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοῦτο συμβαίνειν εἰκὸς ὅπερ φησὶν οὗτος, ὅτι τῷ ἡμίσει πυρὶ ἕψει τὸ τοῦ

p.969
Νείλου ὕδωρ ἢ τὰ ἄλλα. ὅσῳ δέ γε φησὶ τὸ μὲν τοῦ Νείλου ὕδωρ διʼ εὐθείας ἔπεισι πολλὴν χώραν καὶ στενὴν καὶ μεταβάλλει πολλὰ κλίματα καὶ πολλοὺς ἀέρας, τὰ δʼ Ἰνδικὰ ῥεύματα ἐς πεδία ἀναχεῖται μείζω καὶ πλατύτερα ἐνδιατρίβοντα πολὺν χρόνον τοῖς αὐτοῖς κλίμασι, τοσῷδε ἐκεῖνα τούτου τροφιμώτερα, διότι καὶ τὰ κήτη μείζω τε καὶ πλείω· καὶ ἐκ τῶν νεφῶν δὲ ἑφθὸν ἤδη χεῖσθαι τὸ ὕδωρ.

τοῦτο δʼ οἱ μὲν περὶ Ἀριστόβουλον οὐκ ἂν συγχωροῖεν οἱ φάσκοντες μὴ ὕεσθαι τὰ πεδία. Ὀνησικρίτῳ δὲ δοκεῖ τόδε τὸ ὕδωρ αἴτιον εἶναι τῶν ἐν τοῖς ζῴοις ἰδιωμάτων, καὶ φέρει σημεῖον τὸ καὶ τὰς χρόας τῶν πινόντων βοσκημάτων ξενικῶν ἀλλάττεσθαι πρὸς τὸ ἐπιχώριον. τοῦτο μὲν οὖν εὖ, οὐκέτι δὲ καὶ τὸ τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας ἐν ψιλοῖς τοῖς ὕδασι τὴν αἰτίαν τιθέναι, μέμφεσθαι δὲ τὸν Θεοδέκτην εἰς αὐτὸν τὸν ἥλιον ἀναφέροντα τὸ αἴτιον, ὅς φησιν οὕτως οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματʼ ἀνδρῶν, καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι συντήξας πυρός. ἔχοι δʼ ἄν τινα λόγον· φησὶ γὰρ μήτε ἐγγυτέρω τοῖς Αἰθίοψιν εἶναι τὸν ἥλιον ἢ τοῖς ἄλλοις, ἀλλὰ μᾶλλον κατὰ κάθετον εἶναι, καὶ διὰ τοῦτο ἐπικαίεσθαι πλέον, ὥστʼ οὐκ εὖ λέγεσθαι ἀγχιτέρμονα αὐτοῖς τὸν ἥλιον ἴσον πάντων διέχοντα· μήτε τὸ θάλπος εἶναι τοῦ τοιούτου πάθους αἴτιον· μηδὲ γὰρ τοῖς ἐν γαστρί, ὧν οὐχ ἅπτεται ἥλιος. βελτίους δὲ οἱ τὸν ἥλιον αἰτιώμενοι καὶ τὴν ἐξ αὐτοῦ ἐπίκαυσιν κατʼ ἐπίλειψιν σφοδρὰν τῆς ἐπιπολῆς ἰκμάδος· καθʼ ὃ καὶ τοὺς Ἰνδοὺς μὴ οὐλοτριχεῖν φαμεν, μηδʼ οὕτως ἀπεφεισμένως ἐπικεκαῦσθαι τὴν χρόαν, ὅτι ὑγροῦ κοινωνοῦσιν ἀέρος. ἐν δὲ τῇ γαστρὶ ἤδη κατὰ σπερματικὴν διάδοσιν

p.970
τοιαῦτα γίνεται οἷα τὰ γεννῶντα· καὶ γὰρ πάθη συγγενικὰ οὕτω λέγεται καὶ ἄλλαι ὁμοιότητες. καὶ τὸ πάντων δʼ ἴσον ἀπέχειν τὸν ἥλιον πρὸς αἴσθησιν λέγεται, οὐ πρὸς λόγον· καὶ πρὸς αἴσθησιν, οὐχ ὡς ἔτυχεν ἀλλʼ ὥς φαμεν σημείου λόγον ἔχειν τὴν γῆν πρὸς τὴν τοῦ ἡλίου σφαῖραν· ἐπεὶ πρός γε τὴν τοιαύτην αἴσθησιν καθʼ ἣν θάλπους ἀντιλαμβανόμεθα, ἐγγύθεν μὲν μᾶλλον πόρρωθεν δὲ ἧττον, οὐκ ἴσον· οὕτω δʼ ἀγχιτέρμων ὁ ἥλιος λέγεται τοῖς Αἰθίοψιν, οὐχ ὡς Ὀνησικρίτῳ δέδοκται.

καὶ τοῦτο δὲ τῶν ὁμολογουμένων ἐστὶ καὶ τῶν σωζόντων τὴν πρὸς τὴν Αἴγυπτον ὁμοιότητα καὶ τὴν Αἰθιοπίαν, ὅτι τῶν πεδίων ὅσα μὴ ἐπίκλυστα, ἄκαρπά ἐστι διὰ τὴν ἀνυδρίαν. Νέαρχος δὲ τὸ ζητούμενον πρότερον ἐπὶ τοῦ Νείλου πόθεν ἡ πλήρωσις αὐτοῦ, διδάσκειν ἔφη τοὺς Ἰνδικοὺς ποταμοὺς ὅτι ἐκ τῶν θερινῶν ὄμβρων συμβαίνει· Ἀλέξανδρον δʼ ἐν μὲν τῷ Ὑδάσπῃ κροκοδείλους ἰδόντα, ἐν δὲ τῷ Ἀκεσίνῃ κυάμους Αἰγυπτίους, εὑρηκέναι δόξαι τὰς τοῦ Νείλου πηγάς, καὶ παρασκευάζεσθαι στόλον εἰς τὴν Αἴγυπτον ὡς τῷ ποταμῷ τούτῳ μέχρι ἐκεῖσε πλευσόμενον· μικρὸν δʼ ὕστερον γνῶναι διότι οὐ δύναται ὃ ἤλπισε· μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μὲν πρῶτον, εἰς ὃν ἐκδιδόασιν οἱ Ἰνδικοὶ πάντες ποταμοί, ἔπειτα ἡ Ἀριανὴ καὶ ὁ Περσικὸς κόλπος καὶ ὁ Ἀράβιος καὶ αὐτὴ ἡ Ἀραβία καὶ ἡ Τρωγλοδυτική. τὰ μὲν οὖν περὶ τῶν ἀνέμων καὶ τῶν ὄμβρων τοιαῦτα λέγεται καὶ τῆς πληρώσεως τῶν ποταμῶν καὶ τῆς ἐπικλύσεως τῶν πεδίων.

δεῖ δὲ καὶ τὰ καθʼ ἕκαστα περὶ τῶν ποταμῶν εἰπεῖν ὅσα πρὸς τὴν γεωγραφίαν χρήσιμα καὶ ὅσων ἱστορίαν παρειλήφαμεν. ἄλλως τε γὰρ οἱ ποταμοὶ

p.971
φυσικοί τινες ὅροι καὶ μεγεθῶν καὶ σχημάτων τῆς χώρας ὄντες ἐπιτηδειότητα πολλὴν παρέχουσι πρὸς ὅλην τὴν νῦν ὑπόθεσιν. ὁ δὲ Νεῖλος καὶ οἱ κατὰ τὴν Ἰνδικὴν πλεονέκτημά τι ἔχουσι παρὰ τοὺς ἄλλους διὰ τὸ τὴν χώραν ἀοίκητον εἶναι χωρὶς αὐτῶν, πλωτὴν ἅμα καὶ γεωργήσιμον οὖσαν, καὶ μήτʼ ἐφοδεύεσθαι δυναμένην ἄλλως μήτʼ οἰκεῖσθαι τὸ παράπαν. τοὺς μὲν οὖν εἰς τὸν Ἰνδὸν καταφερομένους ἱστοροῦμεν τοὺς ἀξίους μνήμης καὶ τὰς χώρας, διʼ ὧν ἡ φορά, τῶν δʼ ἄλλων ἐστὶν ἄγνοια πλείων ἢ γνῶσις. Ἀλέξανδρος γὰρ ὁ μάλιστα ταῦτʼ ἀνακαλύψας κατʼ ἀρχὰς μέν, ἡνίκα οἱ Δαρεῖον δολοφονήσαντες ὥρμησαν ἐπὶ τὴν τῆς Βακτριανῆς ἀπόστασιν, ἔγνω προυργιαίτατον ὂν διώκειν καὶ καταλύειν ἐκείνους. ἧκε μὲν οὖν τῆς Ἰνδικῆς πλησίον διʼ Ἀριανῶν, ἀφεὶς δʼ αὐτὴν ἐν δεξιᾷ ὑπερέβη τὸν Παροπάμισον εἰς τὰ προσάρκτια μέρη καὶ τὴν Βακτριανήν· καταστρεψάμενος δὲ τἀκεῖ πάντα ὅσα ἦν ὑπὸ Πέρσαις καὶ ἔτι πλείω, τότʼ ἤδη καὶ τῆς Ἰνδικῆς ὠρέχθη, λεγόντων μὲν περὶ αὐτῆς πολλῶν οὐ σαφῶς δέ. ἀνέστρεψε δʼ οὖν ὑπερθεὶς τὰ αὐτὰ ὄρη κατʼ ἄλλας ὁδοὺς ἐπιτομωτέρας ἐν ἀριστερᾷ ἔχων τὴν Ἰνδικήν, εἶτʼ ἐπέστρεψεν εὐθὺς ἐπʼ αὐτὴν καὶ τοὺς ὅρους τοὺς ἑσπερίους αὐτῆς καὶ τὸν Κώφην ποταμὸν καὶ τὸν Χοάσπην, ὃς εἰς τὸν Κώφην ἐμβάλλει ποταμὸν[*](καὶ ante κατὰ) κατὰ Πλημύριον πόλιν, ῥυεὶς παρὰ * Γώρυδι ἄλλην πόλιν, καὶ διεξιὼν τήν τε Βανδοβηνὴν καὶ τὴν Γανδαρῖτιν. ἐπυνθάνετο δʼ οἰκήσιμον εἶναι μάλιστα καὶ εὔκαρπον τὴν ὀρεινὴν καὶ προσάρκτιον· τὴν δὲ νότιον τὴν μὲν ἄνυδρον τὴν δὲ ποταμόκλυστον καὶ τελέως ἔκπυρον, θηρίοις τε μᾶλλον ἢ ἀνθρώποις σύμμετρον. ὥρμησεν
p.972
οὖν τὴν ἐπαινουμένην κατακτᾶσθαι πρότερον, ἅμα καὶ τοὺς ποταμοὺς εὐπερατοτέρους νομίσας τῶν πηγῶν πλησίον, οὓς ἀναγκαῖον ἦν διαβαίνειν, ἐπικαρσίους ὄντας καὶ τέμνοντας ἣν ἐπῄει γῆν. ἅμα δὲ καὶ ἤκουσεν εἰς ἓν πλείους συνιόντας ῥεῖν, καὶ τοῦτʼ ἀεὶ καὶ μᾶλλον συμβαῖνον ὅσῳ πλεῖον εἰς τὸ πρόσθεν προΐοιεν, ὥστʼ εἶναι δυσπερατοτέραν, καὶ ταῦτα ἐν πλοίων ἀπορίᾳ. δεδιὼς οὖν τοῦτο διέβη τὸν Κώφην, καὶ κατεστρέφετο τὴν ὀρεινὴν ὅση ἐτέτραπτο πρὸς ἕω.

ἦν δὲ μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶθʼ ὁ Ὑδάσπης, εἶθʼ ὁ Ἀκεσίνης καὶ ὁ Ὑάρωτις, ὕστατος δʼ ὁ Ὕπανις. περαιτέρω γὰρ προελθεῖν ἐκωλύθη, τοῦτο μὲν μαντείοις τισὶ προσέχων τοῦτο δʼ ὑπὸ τῆς στρατιᾶς ἀπηγορευκυίας ἤδη πρὸς τοὺς πόνους ἀναγκασθείς· μάλιστα δʼ ἐκ τῶν ὑδάτων ἔκαμνον συνεχῶς ὑόμενοι. ταῦτʼ οὖν ἐγένετο γνώριμα ἡμῖν τῶν ἑωθινῶν τῆς Ἰνδικῆς μερῶν, ὅσα ἐντὸς τοῦ Ὑπάνιος, καὶ εἴ τινα προσιστόρησαν οἱ μετʼ ἐκεῖνον περαιτέρω τοῦ Ὑπάνιος προελθόντες μέχρι τοῦ Γάγγου καὶ Παλιβόθρων. μετὰ μὲν οὖν τὸν Κώφην ὁ Ἰνδὸς ῥεῖ· τὰ δὲ μεταξὺ τούτων τῶν δυεῖν ποταμῶν ἔχουσιν Ἀστακηνοί τε καὶ Μασιανοὶ καὶ Νυσαῖοι καὶ Ὑπάσιοι· εἶθʼ ἡ Ἀσσακανοῦ, ὅπου Μασόγα πόλις, τὸ βασίλειον τῆς χώρας. ἤδη δὲ πρὸς τῷ Ἰνδῷ πάλιν ἄλλη πόλις Πευκολαῖτις, πρὸς ᾗ ζεῦγμα γενηθὲν ἐπεραίωσε τὴν στρατιάν.

μεταξὺ δὲ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου Τάξιλα ἔστι πόλις μεγάλη καὶ εὐνομωτάτη, καὶ ἡ περικειμένη χώρα συχνὴ καὶ σφόδρα εὐδαίμων, ἤδη συνάπτουσα καὶ τοῖς πεδίοις. ἐδέξαντό τε δὴ φιλανθρώπως τὸν Ἀλέξανδρον οἱ ἄνθρωποι καὶ ὁ βασιλεὺς αὐτῶν Ταξίλης· ἔτυχόν τε πλειόνων ἢ αὐτοὶ παρέσχον, ὥστε φθονεῖν τοὺς Μακεδόνας καὶ λέγειν ὡς οὐκ εἶχεν, ὡς

p.973
ἔοικεν, Ἀλέξανδρος οὓς εὐεργετήσει πρὶν ἢ διέβη τὸν Ἰνδόν. φασὶ δʼ εἶναί τινες τὴν χώραν ταύτην Αἰγύπτου μείζονα. ὑπὲρ δὲ ταύτης ἐν τοῖς ὄρεσιν ἡ τοῦ Ἀβισάρου χώρα, παρʼ ᾧ δύο δράκοντας ἀπήγγελλον οἱ παρʼ αὐτοῦ πρέσβεις τρέφεσθαι, τὸν μὲν ὀγδοήκοντα πηχῶν τὸν δὲ τετταράκοντα πρὸς τοῖς ἑκατόν, ὡς εἴρηκεν Ὀνησίκριτος, ὃν οὐκ Ἀλεξάνδρου μᾶλλον ἢ τῶν παραδόξων ἀρχικυβερνήτην προσείποι τις ἄν. πάντες μὲν γὰρ οἱ περὶ Ἀλέξανδρον τὸ θαυμαστὸν ἀντὶ τἀληθοῦς ἀπεδέχοντο μᾶλλον, ὑπερβάλλεσθαι δὲ δοκεῖ τοὺς τοσούτους ἐκεῖνος τῇ τερατολογίᾳ· λέγει δʼ οὖν τινα καὶ πιθανὰ καὶ μνήμης ἄξια ὥστε καὶ ἀπιστοῦντα μὴ παρελθεῖν αὐτά. περὶ δʼ οὖν τῶν δρακόντων καὶ ἄλλοι λέγουσιν ὅτι ἐν τοῖς Ἠμωδοῖς ὄρεσι θηρεύουσι καὶ τρέφουσιν ἐν σπηλαίοις.

μεταξὺ δὲ τοῦ Ὑδάσπου καὶ τοῦ Ἀκεσίνου ἥ τε τοῦ Πώρου ἐστί, πολλὴ καὶ ἀγαθή, σχεδόν τι καὶ τριακοσίων πόλεων, καὶ ἡ πρὸς τοῖς Ἠμωδοῖς ὄρεσιν ὕλη, ἐξ ἧς Ἀλέξανδρος κατήγαγε τῷ Ὑδάσπῃ κόψας ἐλάτην τε πολλὴν καὶ πεύκην καὶ κέδρον καὶ ἄλλα παντοῖα στελέχη ναυπηγήσιμα, ἐξ ὧν στόλον κατεσκευάσατο ἐπὶ τῷ Ὑδάσπῃ πρὸς ταῖς ἐκτισμέναις ὑπʼ αὐτοῦ πόλεσιν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ, ὅπου τὸν Πῶρον ἐνίκα διαβάς· ὧν τὴν μὲν Βουκεφαλίαν ὠνόμασεν ἀπὸ τοῦ πεσόντος ἵππου κατὰ τὴν μάχην τὴν πρὸς τὸν Πῶρον (ἐκαλεῖτο δὲ Βουκεφάλας ἀπὸ τοῦ πλάτους τοῦ μετώπου· πολεμιστὴς δʼ ἦν ἀγαθός, καὶ ἀεὶ τούτῳ ἐκέχρητο κατὰ τοὺς ἀγῶνας), τὴν δὲ Νίκαιαν ἀπὸ τῆς νίκης ἐκάλεσεν. ἐν δὲ τῇ λεχθείσῃ ὕλῃ καὶ τὸ τῶν κερκοπιθήκων διηγοῦνται πλῆθος ὑπερβάλλον καὶ τὸ μέγεθος ὁμοίως· ὥστε τοὺς Μακεδόνας ποτὲ ἰδόντας ἔν τισιν ἀκρολοφίαις ψιλαῖς ἑστῶτας ἐν τάξει κατὰ

p.974
μέτωπον πολλοὺς (καὶ γὰρ ἀνθρωπονούστατον εἶναι τὸ ζῷον, οὐχ ἧττον τῶν ἐλεφάντων) στρατοπέδου λαβεῖν φαντασίαν καὶ ὁρμῆσαι μὲν ἐπʼ αὐτοὺς ὡς πολεμίους, μαθόντας δὲ παρὰ Ταξίλου συνόντος τότε τῷ βασιλεῖ τὴν ἀλήθειαν παύσασθαι. ἡ δὲ θήρα τοῦ ζῴου διττή· μιμητικὸν δὲ καὶ ἐπὶ τὰ δένδρα ἀναφευκτικόν· οἱ οὖν θηρεύοντες, ἐπὰν ἴδωσιν ἐπὶ δένδρων ἱδρυμένον, ἐν ὄψει θέντες τρύβλιον ὕδωρ ἔχον τοὺς ἑαυτῶν ὀφθαλμοὺς ἐναλείφουσιν ἐξ αὐτοῦ· εἶτʼ ἀντὶ τοῦ ὕδατος ἰξοῦ τρύβλιον θέντες ἀπίασι καὶ λοχῶσι πόρρωθεν· ἐπὰν δὲ καταπηδῆσαν τὸ θηρίον ἐγχρίσηται τοῦ ἰξοῦ, * καταμύσαντος δʼ ἀποληφθῇ τὰ βλέφαρα, ἐπιόντες ζωγροῦσιν. εἷς μὲν οὖν τρόπος οὗτος, ἄλλος δέ· ὑποδυσάμενοι θυλάκους ὡς ἀναξυρίδας ἀπίασιν, ἄλλους καταλιπόντες δασεῖς τὰ ἐντὸς κεχρισμένους ἰξῷ· ἐνδύντας δὲ εἰς αὐτοὺς ῥᾳδίως αἱροῦσι.

καὶ τὴν Κάθαιαν δέ τινες καὶ τὴν Σωπείθους, τῶν νομαρχῶν τινος, κατὰ τήνδε τὴν μεσοποταμίαν τιθέασιν· ἄλλοι δὲ καὶ τοῦ Ἀκεσίνου πέραν καὶ τοῦ Ὑαρώτιδος, ὅμορον τῇ Πώρου τοῦ ἑτέρου, ὃς ἦν ἀνεψιὸς τοῦ ὑπʼ Ἀλεξάνδρου ἁλόντος· καλοῦσι δὲ Γανδαρίδα τὴν ὑπὸ τούτῳ χώραν. ἐν δὲ τῇ Καθαίᾳ καινότατον ἱστορεῖται τὸ περὶ τοῦ κάλλους ὅτι τιμᾶται διαφερόντως, ὡς ἵππων καὶ κυνῶν· βασιλέα τε γὰρ τὸν κάλλιστον αἱρεῖσθαί φησιν Ὀνησίκριτος, γενόμενόν τε παιδίον μετὰ δίμηνον κρίνεσθαι δημοσίᾳ πότερον ἔχοι τὴν ἔννομον μορφὴν καὶ τοῦ ζῆν ἀξίαν ἢ οὔ, κριθέντα δʼ ὑπὸ τοῦ ἀποδειχθέντος ἄρχοντος ζῆν ἢ θανατοῦσθαι· βάπτεσθαί τε πολλοῖς εὐανθεστάτοις χρώμασι τοὺς πώγωνας αὐτοῦ τούτου χάριν καλλωπιζομένους· τοῦτο δὲ καὶ ἄλλους ποιεῖν ἐπιμελῶς συχνοὺς τῶν Ἰνδῶν (καὶ γὰρ δὴ φέρειν τὴν χώραν χρόας

p.975
θαυμαστάς) καὶ θριξὶ καὶ ἐσθῆσι· τοὺς δʼ ἀνθρώπους τὰ ἄλλα μὲν εὐτελεῖς εἶναι φιλοκόσμους δέ. ἴδιον δὲ τῶν Καθαίων καὶ τοῦτο ἱστορεῖται τὸ αἱρεῖσθαι νυμφίον καὶ νύμφην ἀλλήλους καὶ τὸ συγκατακαίεσθαι τεθνεῶσι τοῖς ἀνδράσι τὰς γυναῖκας κατὰ τοιαύτην αἰτίαν, ὅτι ἐρῶσαί ποτε τῶν νέων ἀφίσταιντο τῶν ἀνδρῶν ἢ φαρμακεύοιεν αὐτούς· νόμον οὖν θέσθαι τοῦτον ὡς παυσομένης τῆς φαρμακείας· οὐ πιθανῶς μὲν οὖν ὁ νόμος οὐδʼ ἡ αἰτία λέγεται. φασὶ δʼ ἐν τῇ Σωπείθους χώρᾳ ὀρυκτῶν ἁλῶν ὄρος εἶναι ἀρκεῖν δυνάμενον ὅλῃ τῇ Ἰνδικῇ· καὶ χρυσεῖα δὲ καὶ ἀργυρεῖα οὐ πολὺ ἄπωθεν ἐν ἄλλοις ὄρεσιν ἱστορεῖται καλά, ὡς ἐδήλωσε Γόργος ὁ μεταλλευτής. οἱ δʼ Ἰνδοὶ μεταλλείας καὶ χωνείας ἀπείρως ἔχοντες οὐδʼ ὧν εὐποροῦσιν ἴσασιν, ἀλλʼ ἁπλούστερον μεταχειρίζονται τὸ πρᾶγμα.