Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἔστι δʼ ὁ μὲν κύκλος τῆς Κύπρου σταδίων τρισχιλίων καὶ τετρακοσίων εἴκοσι κατακολπίζοντι· μῆκος δὲ ἀπὸ Κλειδῶν ἐπὶ τὸν Ἀκάμαντα πεζῇ σταδίων χιλίων τετρακοσίων ὁδεύοντι ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν. εἰσὶ δὲ αἱ μὲν Κλεῖδες νησία δύο προσκείμενα τῇ Κύπρῳ κατὰ τὰ ἑωθινὰ μέρη τῆς νήσου, τὰ διέχοντα τοῦ Πυράμου σταδίους ἑπτακοσίους· ὁ δʼ Ἀκάμας ἐστὶν ἄκρα δύο μαστοὺς ἔχουσα καὶ ὕλην πολλήν, κείμενος

p.951
μὲν ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν, ἀνατείνων δὲ πρὸς ἄρκτους, ἐγγυτάτω μὲν πρὸς Σελινοῦντα τῆς Τραχείας Κιλικίας ἐν διάρματι χιλίων σταδίων, πρὸς Σίδην δὲ τῆς Παμφυλίας χιλίων καὶ ἑξακοσίων, πρὸς δὲ Χελιδονίας χιλίων ἐνακοσίων. ἔστι δὲ ἑτερόμηκες τὸ ὅλον τῆς νήσου σχῆμα, καί που καὶ ἰσθμοὺς ποιεῖ κατὰ τὰς τὸ πλάτος διοριζούσας πλευράς· ἔχει δὲ καὶ τὰ καθʼ ἕκαστα ὡς ἐν βραχέσιν εἰπεῖν οὕτως, ἀρξαμένοις ἀπὸ τοῦ προσεχεστάτου σημείου τῇ ἠπείρῳ.

ἔφαμεν δέ που κατὰ τὸ Ἀνεμούριον ἄκραν τῆς Τραχείας Κιλικίας ἀντικεῖσθαι τὸ τῶν Κυπρίων ἀκρωτήριον τὴν Κρομμύου ἄκραν ἐν τριακοσίοις καὶ πεντήκοντα σταδίοις· ἐντεῦθεν δʼ ἤδη δεξιὰν τὴν νῆσον ἔχουσιν, ἐν ἀριστερᾷ δὲ τὴν ἤπειρον, πρὸς ἄρκτον ὁ πλοῦς ἐστι καὶ πρὸς ἕω καὶ πρὸς τὰς Κλεῖδας εὐθυπλοίᾳ σταδίων ἑπτακοσίων. ἐν δὲ τῷ μεταξὺ Λάπαθός τέ ἐστι πόλις ὕφορμον ἔχουσα καὶ νεώρια, Λακώνων κτίσμα καὶ Πραξάνδρου, καθʼ ἣν ἡ Νάγιδος· εἶτʼ Ἀφροδίσιον, καθʼ ὃ στενὴ ἡ νῆσος· εἰς γὰρ Σαλαμῖνα ὑπέρβασις σταδίων ἑβδομήκοντα· εἶτʼ Ἀχαιῶν ἀκτή, ὅπου Τεῦκρος προσωρμίσθη πρῶτον ὁ κτίσας Σαλαμῖνα τὴν ἐν Κύπρῳ, ἐκβληθείς, ὥς φασιν, ὑπὸ τοῦ πατρὸς Τελαμῶνος· εἶτα Καρπασία πόλις λιμένα ἔχουσα, κεῖται δὲ κατὰ τὴν ἄκραν τὴν Σαρπηδόνα· ἐκ δὲ τῆς Καρπασίας ὑπέρβασίς ἐστιν ἰσθμοῦ τριάκοντα σταδίων πρὸς τὰς νήσους τὰς Καρπασίας καὶ τὸ νότιον πέλαγος· εἶτʼ ἄκρα καὶ ὄρος· ἡ δʼ ἀκρώρεια καλεῖται Ὄλυμπος, ἔχουσα Ἀφροδίτης Ἀκραίας ναόν, ἄδυτον γυναιξὶ καὶ ἀόρατον. πρόκεινται δὲ πλησίον αἱ Κλεῖδες καὶ ἄλλαι δὲ πλείους, εἶθʼ αἱ Καρπασίαι νῆσοι, καὶ μετὰ ταῦτα ἡ Σαλαμίς, ὅθεν ἦν Ἄριστος ὁ συγγραφεύς· εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν· εἶτʼ ἄλλος λιμὴν Λεύκολλα· εἶτʼ

p.952
ἄκρα Πηδάλιον, ἧς ὑπέρκειται λόφος τραχὺς ὑψηλὸς τραπεζοειδής, ἱερὸς Ἀφροδίτης, εἰς ὃν ἀπὸ Κλειδῶν στάδιοι ἑξακόσιοι ὀγδοήκοντα· εἶτα κολπώδης καὶ τραχὺς παράπλους ὁ πλείων εἰς Κίτιον --- ἔχει δὲ λιμένα κλειστόν· ἐντεῦθέν ἐστι Ζήνων τε ὁ τῆς στωικῆς αἱρέσεως ἀρχηγέτης καὶ Ἀπολλώνιος ἰατρός· ἐντεῦθεν εἰς Βηρυτὸν στάδιοι χίλιοι πεντακόσιοι. εἶτʼ Ἀμαθοῦς πόλις καὶ μεταξὺ πολίχνη Παλαιὰ καλουμένη, καὶ ὄρος μαστοειδὲς Ὄλυμπος· εἶτα Κουριὰς ἄκρα χερρονησώδης, εἰς ἣν ἀπὸ Θρόνων στάδιοι ἑπτακόσιοι. εἶτα πόλις Κούριον ὅρμον ἔχουσα, Ἀργείων κτίσμα. ἤδη οὖν πάρεστι σκοπεῖν τὴν ῥᾳθυμίαν τοῦ ποιήσαντος τὸ ἐλεγεῖον τοῦτο οὗ ἡ ἀρχή
  1. ἱραὶ τῷ Φοίβῳ, πολλὸν διὰ κῦμα θέουσαι,
  2. ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι,
εἴθʼ Ἡδύλος ἐστὶν εἴθʼ ὁστισοῦν· φησὶ μὲν γὰρ ὁρμηθῆναι τὰς ἐλάφους Κωρυκίης ἀπὸ δειράδος, ἐκ δὲ Κιλίσσης ᾐόνος εἰς ἀκτὰς διανήξασθαι Κουριάδας, καὶ ἐπιφθέγγεται διότι
  1. μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα, πῶς ἀνόδευτον
  2. χεῦμα δίʼ εἰαρινῷ ἐδράμομεν ζεφύρῳ
ἀπὸ γὰρ Κωρύκου περίπλους μέν ἐστιν εἰς Κουριάδα ἀκτήν, οὐ ζεφύρῳ δὲ οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ, δίαρμα δʼ οὐδέν. ἀρχὴ δʼ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον, καὶ εὐθύς ἐστιν ἄκρα ἀφʼ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος· εἶτα Τρήτα καὶ Βοόσουρα καὶ Παλαίπαφος, ὅσον ἐν δέκα σταδίοις ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, ὕφορμον ἔχουσα καὶ ἱερὸν ἀρχαῖον τῆς Παφίας Ἀφροδίτης· εἶτʼ ἄκρα Ζεφυρία πρόσορμον ἔχουσα, καὶ ἄλλη Ἀρσινόη ὁμοίως πρόσορμον ἔχουσα καὶ ἱερὸν καὶ ἄλσος· μικρὸν δʼ ἀπὸ τῆς θαλάττης καὶ ἡ Ἱεροκηπία. εἶθʼ ἡ Πάφος, κτίσμα Ἀγαπήνορος καὶ λιμένα ἔχουσα καὶ ἱερὰ εὖ
p.953
κατεσκευασμένα· διέχει δὲ πεζῇ σταδίους ἑξήκοντα τῆς Παλαιπάφου, καὶ πανηγυρίζουσι διὰ τῆς ὁδοῦ ταύτης κατʼ ἔτος ἐπὶ τὴν Παλαίπαφον ἄνδρες ὁμοῦ γυναιξὶν συνιόντες καὶ ἐκ τῶν ἄλλων πόλεων. φασὶ δʼ εἰς Ἀλεξάνδρειάν τινες ἐκ Πάφου σταδίους εἶναι τρισχιλίους ἑξακοσίους. εἶθʼ ὁ Ἀκάμας ἐστὶ μετὰ Πάφον· εἶτα πρὸς ἕω μετὰ τὸν Ἀκάμαντα πλοῦς εἰς Ἀρσινόην πόλιν καὶ τὸ τοῦ Διὸς ἄλσος· εἶτα Σόλοι πόλις λιμένα ἔχουσα καὶ ποταμὸν καὶ ἱερὸν Ἀφροδίτης καὶ Ἴσιδος· κτίσμα δʼ ἐστὶ Φαλήρου καὶ Ἀκάμαντος Ἀθηναίων· οἱ δʼ ἐνοικοῦντες Σόλιοι καλοῦνται. ἐντεῦθεν ἦν Στασάνωρ τῶν Ἀλεξάνδρου ἑταίρων, ἀνὴρ ἡγεμονίας ἠξιωμένος· ὑπέρκειται δʼ ἐν μεσογαίᾳ Λιμενία πόλις· εἶθʼ ἡ Κρομμύου ἄκρα.

τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν, καὶ μάλιστα τῶν τοιούτων οἷς ἡ πᾶσα περὶ τὴν φράσιν ἐστὶ σπουδή, τὰ τοῦ Δαμάστου συγκρίνοντας, ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν, ἀπὸ Ἱεροκηπίας, ὥς φησιν, εἰς Κλεῖδας; οὐδὲ ὁ Ἐρατοσθένης εὖ· αἰτιώμενος γὰρ τοῦτον οὐκ ἀπʼ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν, ἀλλʼ ἀπὸ νότου· οὐδὲ γὰρ ἀπὸ νότου, ἀλλʼ ἀπὸ δύσεως, εἴπερ ἐν τῇ δυσμικῇ πλευρᾷ κεῖται, ἐν ᾗ καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.