Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις, εἶθʼ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα, ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη. κέδρος δʼ ἐστὶν ἡ πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ· καὶ διὰ τοῦτʼ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς. εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον· εἶτα Σελινοῦς πόλις· εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττῃ· εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχον (ὑπέρκειται δʼ ὄρος Ἄνδρικλος) καὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος· εἶτʼ Ἀνεμούριον ἄκρα καθʼ ἣν ἡ ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα. εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας ὁ Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι, λοιπὸς δʼ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων. τούτου δʼ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις· εἶτʼ Ἀρσινόη πρόσορμον ἔχουσα· εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα. τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας, οὐ τὸ Κορακήσιον, ὧν ἐστι καὶ ὁ Ἀρτεμίδωρος· καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν, ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα, ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε, ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.

εἶθʼ Ὅλμοι, ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς, κτισθείσης δʼ ἐπὶ τῷ Καλυκάδνῳ τῆς Σελευκείας ἐκεῖ μετῳκίσθησαν. εὐθὺς γάρ ἐστιν ἡ τοῦ Καλυκάδνου ἐκβολὴ κάμψαντι ᾐόνα ποιοῦσαν ἄκραν ἣ καλεῖται Σαρπηδών. πλησίον δʼ ἐστὶ τοῦ Καλυκάδνου

p.935
καὶ τὸ Ζεφύριον καὶ αὕτη ἄκρα· ἔχει δὲ ὁ ποταμὸς ἀνάπλουν εἰς τὴν Σελεύκειαν πόλιν εὖ συνοικουμένην καὶ πολὺ ἀφεστῶσαν τοῦ Κιλικίου καὶ Παμφυλίου τρόπου. ἐνταῦθα ἐγένοντο καθʼ ἡμᾶς ἄνδρες ἀξιόλογοι τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀθήναιός τε καὶ Ξέναρχος, ὧν ὁ μὲν Ἀθήναιος καὶ ἐπολιτεύσατο καὶ ἐδημαγώγησε χρόνον τινὰ ἐν τῇ πατρίδι, εἶτʼ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνῳ συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς· ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος. ὡς δʼ ἐπανιόντα εἰς Ῥώμην ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι ἐντυγχάνοντες, τὸ Εὐριπίδου ἔφη
  1. ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών.
[*](Eur. Hec. 1) ὀλίγον δʼ ἐπιβιοὺς χρόνον ἐν συμπτώσει τῆς οἰκίας ἐν ᾗ ᾤκει διεφθάρη νύκτωρ γενομένῃ, Ξέναρχος δέ, οὗ ἠκροασάμεθα ἡμεῖς, ἐν οἴκῳ μὲν οὐ πολὺ διέτριψεν, ἐν Ἀλεξανδρείᾳ δὲ καὶ Ἀθήνησι καὶ τὸ τελευταῖον ἐν Ῥώμῃ, τὸν παιδευτικὸν βίον ἑλόμενος· χρησάμενος δὲ καὶ τῇ Ἀρείου φιλίᾳ καὶ μετὰ ταῦτα τῇ Καίσαρος τοῦ Σεβαστοῦ διετέλεσε μέχρι γήρως ἐν τιμῇ ἀγόμενος· μικρὸν δὲ πρὸ τῆς τελευτῆς πηρωθεὶς τὴν ὄψιν κατέστρεψε νόσῳ τὸν βίον.

μετὰ δὲ τὸν Καλύκαδνον ἡ Ποικίλη λεγομένη πέτρα κλίμακα ἔχουσα λατομητὴν ἐπὶ Σελεύκειαν ἄγουσαν. εἶτʼ Ἀνεμούριον ἄκρα ὁμώνυμος τῇ προτέρᾳ, καὶ Κράμβουσα νῆσος καὶ Κώρυκος ἄκρα, ὑπὲρ ἧς ἐν εἴκοσι σταδίοις ἐστὶ τὸ Κωρύκιον ἄντρον, ἐν ᾧ ἡ ἀρίστη κρόκος φύεται. ἔστι δὲ κοιλὰς μεγάλη κυκλοτερὴς ἔχουσα περικειμένην ὀφρὺν πετρώδη πανταχόθεν ἱκανῶς ὑψηλήν· καταβάντι δʼ εἰς αὐτὴν ἀνώμαλόν ἐστιν ἔδαφος καὶ τὸ πολὺ πετρῶδες, μεστὸν δὲ τῆς θαμνώδους ὕλης ἀειθαλοῦς τε καὶ ἡμέρου· παρέσπαρται δὲ

p.936
καὶ τὰ ἐδάφη τὰ φέροντα τὴν κρόκον. ἔστι δὲ καὶ ἄντρον αὐτόθι ἔχον πηγὴν μεγάλην ποταμὸν ἐξιεῖσαν καθαροῦ τε καὶ διαφανοῦς ὕδατος, εὐθὺς καταπίπτοντα ὑπὸ γῆς· ἐνεχθεὶς δʼ ἀφανὴς ἔξεισιν εἰς τὴν θάλατταν· καλοῦσι δὲ πικρὸν ὕδωρ.

εἶθʼ ἡ Ἐλαιοῦσσα νῆσος μετὰ τὴν Κώρυκον, προσκειμένη τῇ ἠπείρῳ, ἣν συνῴκισεν Ἀρχέλαος καὶ κατεσκευάσατο βασίλειον λαβὼν τὴν Τραχειῶτιν Κιλικίαν ὅλην πλὴν Σελευκείας, καθʼ ὃν τρόπον καὶ Ἀμύντας πρότερον εἶχε καὶ ἔτι πρότερον Κλεοπάτρα. εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν (κατὰ γῆν μὲν διὰ τὸ μέγεθος τῶν ὀρῶν καὶ τῶν ὑπερκειμένων ἐθνῶν, πεδία καὶ γεώργια ἐχόντων μεγάλα καὶ εὐκατατρόχαστα, κατὰ θάλατταν δὲ διὰ τὴν εὐπορίαν τῆς τε ναυπηγησίμου ὕλης καὶ τῶν λιμένων καὶ ἐρυμάτων καὶ ὑποδυτηρίων), ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους ἢ ὑπὸ τοῖς Ῥωμαίοις ἡγεμόσιν εἶναι τοῖς ἐπὶ τὰς κρίσεις πεμπομένοις, οἳ μήτʼ ἀεὶ παρεῖναι ἔμελλον μήτε μεθʼ ὅπλων. οὕτω μὲν Ἀρχέλαος ἔλαβε πρὸς τῇ Καππαδοκίᾳ τὴν τραχεῖαν Κιλικίαν. εἰσὶ δʼ ὅροι ταύτης μεταξὺ Σόλων τε καὶ Ἐλαιούσσης ὁ Λάμος ποταμὸς καὶ κώμη ὁμώνυμος.

κατὰ δὲ τὰς ἀκρωρείας τοῦ Ταύρου τὸ Ζηνικέτου πειρατήριόν ἐστιν ὁ Ὄλυμπος ὄρος τε καὶ φρούριον ὁμώνυμον, ἀφʼ οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία καὶ Μιλυάς· ἁλόντος δὲ τοῦ ὄρους ὑπὸ τοῦ Ἰσαυρικοῦ, ἐνέπρησεν ἑαυτὸν πανοίκιον. τούτου δʼ ἦν καὶ ὁ Κώρυκος καὶ ἡ Φάσηλις καὶ πολλὰ τῶν Παμφύλων χωρία· πάντα δʼ εἷλεν ὁ Ἰσαυρικός.

μετὰ δὲ Λάμον Σόλοι πόλις ἀξιόλογος, τῆς ἄλλης Κιλικίας ἀρχὴ τῆς περὶ τὸν Ἰσσόν, Ἀχαιῶν καὶ Ῥοδίων

p.937
κτίσμα τῶν ἐκ Λίνδου· εἰς ταύτην λιπανδρήσασαν Πομπήιος Μάγνος κατῴκισε τοὺς περιγενομένους τῶν πειρατῶν, οὓς μάλιστα ἔγνω σωτηρίας καὶ προνοίας τινὸς ἀξίους, καὶ μετωνόμασε Πομπηιόπολιν. γεγόνασι δʼ ἄνδρες ἐνθένδε τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ στωικὸς φιλόσοφος πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος, καὶ Φιλήμων ὁ κωμικὸς ποιητής, καὶ Ἄρατος ὁ τὰ φαινόμενα συγγράψας ἐν ἔπεσιν.

εἶτα Ζεφύριον ὁμώνυμον τῷ πρὸς Καλύδνῳ· εἶτʼ Ἀγχιάλη μικρὸν ὑπὲρ τῆς θαλάττης, κτίσμα Σαρδαναπάλλου, φησὶν Ἀριστόβουλος· ἐνταῦθα δʼ εἶναι μνῆμα τοῦ Σαρδαναπάλλου καὶ τύπον λίθινον συμβάλλοντα τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ὡς ἂν ἀποκροτοῦντα, καὶ ἐπιγραφὴν εἶναι Ἀσσυρίοις γράμμασι τοιάνδε Σαρδανάπαλλος ὁ Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος. μέμνηται δὲ καὶ Χοιρίλος τούτων· καὶ δὴ καὶ περιφέρεται τὰ ἔπη ταυτί

  1. ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἀφύβρισα, καὶ μετʼ ἔρωτος
  2. τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.

ὑπέρκειται δὲ τὰ Κύινδα τῆς Ἀγχιάλης ἔρυμα, ᾧ ἐχρήσαντό ποτε οἱ Μακεδόνες γαζοφυλακίῳ· ἦρε δὲ τὰ χρήματα Εὐμένης ἀποστὰς Ἀντιγόνου. ἔτι δʼ ὕπερθεν τούτου τε καὶ τῶν Σόλων ὀρεινή ἐστιν, ἐν ᾗ Ὄλβη πόλις Διὸς ἱερὸν ἔχουσα, Αἴαντος ἵδρυμα τοῦ Τεύκρου· καὶ ὁ ἱερεὺς δυνάστης ἐγίνετο τῆς Τραχειώτιδος· εἶτʼ ἐπέθεντο τῇ χώρᾳ τύραννοι πολλοί, καὶ συνέστη τὰ λῃστήρια. μετὰ δὲ τὴν τούτων κατάλυσιν ἐφʼ ἡμῶν ἤδη τὴν τοῦ Τεύκρου δυναστείαν ταύτην ἐκάλουν, τὴν δʼ αὐτὴν καὶ ἱερωσύνην· καὶ οἱ πλεῖστοί γε τῶν ἱερασαμένων ὠνομάζοντο Τεῦκροι ἢ Αἴαντες. εἰσιοῦσα δὲ

p.938
Ἄβα κατʼ ἐπιγαμίαν εἰς τὸν οἶκον τοῦτον, ἡ Ζηνοφάνους θυγάτηρ ἑνὸς τῶν τυράννων, αὐτὴ κατέσχε τὴν ἀρχὴν προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι· ὕστερον δὲ καὶ Ἀντώνιος καὶ Κλεοπάτρα κατεχαρίσαντο ἐκείνῃ θεραπείαις ἐκλιπαρηθέντες· ἔπειθʼ ἡ μὲν κατελύθη τοῖς δʼ ἀπὸ τοῦ γένους διέμεινεν ἡ ἀρχή. μετὰ δὲ τὴν Ἀγχιάλην αἱ τοῦ Κύδνου ἐκβολαὶ κατὰ τὸ Ῥῆγμα καλούμενον. ἔστι δὲ λιμνάζων τόπος ἔχων καὶ παλαιὰ νεώρια, εἰς ὃν ἐκπίπτει ὁ Κύδνος ὁ διαρρέων μέσην τὴν Ταρσὸν τὰς ἀρχὰς ἔχων ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως Ταύρου· καὶ ἔστιν ἐπίνειον ἡ λίμνη τῆς Ταρσοῦ.

μέχρι μὲν δὴ δεῦρο ἡ παραλία πᾶσα ἀπὸ τῆς Ῥοδίων περαίας ἀρξαμένη πρὸς ἰσημερινὰς ἀνατολὰς ἀπὸ τῶν ὁμωνύμων ἐκτείνεται δύσεων, εἶτʼ ἐπὶ τὴν χειμερινὴν ἀνατολὴν ἐπιστρέφει μέχρι Ἰσσοῦ, κἀντεῦθεν ἤδη καμπὴν λαμβάνει πρὸς νότον μέχρι Φοινίκης, τὸ δὲ λοιπὸν πρὸς δύσιν μέχρι στηλῶν τελευτᾷ. τὸ μὲν οὖν ἀληθὲς ὁ ἰσθμὸς τῆς περιωδευμένης χερρονήσου οὗτός ἐστιν ὁ ἀπὸ Ταρσοῦ καὶ τῆς ἐκβολῆς τοῦ Κύδνου μέχρι Ἀμισοῦ· τὸ γὰρ ἐλάχιστον ἐξ Ἀμισοῦ διάστημα ἐπὶ τοὺς Κιλίκων ὅρους τοῦτʼ ἔστιν· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσίν εἰσιν εἰς Ταρσὸν στάδιοι, κἀκεῖθεν οὐ πλείους ἐπὶ τὴν ἐκβολὴν τοῦ Κύδνου. καὶ μὴν ἐπί γε Ἰσσὸν καὶ τὴν κατʼ αὐτὴν θάλατταν οὔτʼ ἄλλη ὁδὸς συντομωτέρα ἐστὶν ἐξ Ἀμισοῦ τῆς διὰ Ταρσοῦ, οὔτʼ ἐκ Ταρσοῦ ἐπὶ Ἰσσὸν ἐγγυτέρω ἐστὶν ἢ ἐπὶ Κύδνον, ὥστε δῆλον ὅτι ταῖς μὲν ἀληθείαις οὗτος ἂν εἴη ὁ ἰσθμός, λέγεται δʼ ὅμως ὁ μέχρι τοῦ Ἰσσικοῦ κόλπου, παρακλεπτόντων διὰ τὸ σημειῶδες. διὰ δὲ τοῦτʼ αὐτὸ καὶ τὴν ἐκ τῆς Ῥοδίας γραμμήν, ἣν μέχρι τοῦ Κύδνου κατηγάγομεν, τὴν αὐτὴν ἀποφαίνομεν τῇ μέχρι Ἰσσοῦ,

p.939
οὐδὲν παρὰ τοῦτο ποιούμενοι, καὶ τὸν Ταῦρόν φαμεν διήκειν ἐπʼ εὐθείας τῇδε τῇ γραμμῇ μέχρι τῆς Ἰνδικῆς.