Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ Αἰγαίας Ἰσσὸς πολίχνιον ὕφορμον ἔχον καὶ ποταμὸς Πίναρος. ἐνταῦθα ὁ ἀγὼν συνέπεσεν Ἀλεξάνδρῳ καὶ Δαρείῳ· καὶ ὁ κόλπος εἴρηται Ἰσσικός· ἐν αὐτῷ δὲ πόλις Ῥωσὸς καὶ Μυρίανδρος πόλις καὶ Ἀλεξάνδρεια καὶ Νικόπολις καὶ Μοψουεστία καὶ αἱ πύλαι λεγόμεναι, ὅριον Κιλίκων τε καὶ Σύρων. ἐν δὲ τῇ Κιλικίᾳ ἐστὶ καὶ τὸ τῆς Σαρπηδονίας Ἀρτέμιδος ἱερὸν καὶ μαντεῖον, τοὺς δὲ χρησμοὺς ἔνθεοι προθεσπίζουσιν.

μετὰ δὲ τὴν Κιλικίαν πρώτη πόλις ἐστὶ τῶν Σύρων Σελεύκεια ἡ ἐν Πιερίᾳ, καὶ πλησίον Ὀρόντης ἐκδίδωσι ποταμός. ἔστι δʼ ἀπὸ Σελευκείας εἰς Σόλους ἐπʼ εὐθείας πλοῦς ὀλίγον ἀπολείπων τῶν χιλίων σταδίων.

τῶν δʼ ἐν Τροίᾳ Κιλίκων ὧν Ὅμηρος μέμνηται πολὺ διεστώτων ἀπὸ τῶν ἔξω τοῦ Ταύρου Κιλίκων, οἱ μὲν ἀποφαίνουσιν ἀρχηγέτας τοὺς ἐν τῇ Τροίᾳ τούτων καὶ δεικνύουσί τινας τόπους κἀνταῦθα, ὥσπερ ἐν τῇ Παμφυλίᾳ Θήβην καὶ Λυρνησσόν, οἱ δʼ ἔμπαλιν καὶ Ἀλήιόν τι πεδίον κἀκεῖ δεικνύουσι. περιωδευμένων δὲ καὶ τῶν ἔξω τοῦ Ταύρου μερῶν τῆς προειρημένης χερρονήσου, προσθετέον ἐστὶ καὶ ταῦτα.