Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ὑπέρκειται δὲ τὰ Κύινδα τῆς Ἀγχιάλης ἔρυμα, ᾧ ἐχρήσαντό ποτε οἱ Μακεδόνες γαζοφυλακίῳ· ἦρε δὲ τὰ χρήματα Εὐμένης ἀποστὰς Ἀντιγόνου. ἔτι δʼ ὕπερθεν τούτου τε καὶ τῶν Σόλων ὀρεινή ἐστιν, ἐν ᾗ Ὄλβη πόλις Διὸς ἱερὸν ἔχουσα, Αἴαντος ἵδρυμα τοῦ Τεύκρου· καὶ ὁ ἱερεὺς δυνάστης ἐγίνετο τῆς Τραχειώτιδος· εἶτʼ ἐπέθεντο τῇ χώρᾳ τύραννοι πολλοί, καὶ συνέστη τὰ λῃστήρια. μετὰ δὲ τὴν τούτων κατάλυσιν ἐφʼ ἡμῶν ἤδη τὴν τοῦ Τεύκρου δυναστείαν ταύτην ἐκάλουν, τὴν δʼ αὐτὴν καὶ ἱερωσύνην· καὶ οἱ πλεῖστοί γε τῶν ἱερασαμένων ὠνομάζοντο Τεῦκροι ἢ Αἴαντες. εἰσιοῦσα δὲ

p.938
Ἄβα κατʼ ἐπιγαμίαν εἰς τὸν οἶκον τοῦτον, ἡ Ζηνοφάνους θυγάτηρ ἑνὸς τῶν τυράννων, αὐτὴ κατέσχε τὴν ἀρχὴν προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι· ὕστερον δὲ καὶ Ἀντώνιος καὶ Κλεοπάτρα κατεχαρίσαντο ἐκείνῃ θεραπείαις ἐκλιπαρηθέντες· ἔπειθʼ ἡ μὲν κατελύθη τοῖς δʼ ἀπὸ τοῦ γένους διέμεινεν ἡ ἀρχή. μετὰ δὲ τὴν Ἀγχιάλην αἱ τοῦ Κύδνου ἐκβολαὶ κατὰ τὸ Ῥῆγμα καλούμενον. ἔστι δὲ λιμνάζων τόπος ἔχων καὶ παλαιὰ νεώρια, εἰς ὃν ἐκπίπτει ὁ Κύδνος ὁ διαρρέων μέσην τὴν Ταρσὸν τὰς ἀρχὰς ἔχων ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως Ταύρου· καὶ ἔστιν ἐπίνειον ἡ λίμνη τῆς Ταρσοῦ.

μέχρι μὲν δὴ δεῦρο ἡ παραλία πᾶσα ἀπὸ τῆς Ῥοδίων περαίας ἀρξαμένη πρὸς ἰσημερινὰς ἀνατολὰς ἀπὸ τῶν ὁμωνύμων ἐκτείνεται δύσεων, εἶτʼ ἐπὶ τὴν χειμερινὴν ἀνατολὴν ἐπιστρέφει μέχρι Ἰσσοῦ, κἀντεῦθεν ἤδη καμπὴν λαμβάνει πρὸς νότον μέχρι Φοινίκης, τὸ δὲ λοιπὸν πρὸς δύσιν μέχρι στηλῶν τελευτᾷ. τὸ μὲν οὖν ἀληθὲς ὁ ἰσθμὸς τῆς περιωδευμένης χερρονήσου οὗτός ἐστιν ὁ ἀπὸ Ταρσοῦ καὶ τῆς ἐκβολῆς τοῦ Κύδνου μέχρι Ἀμισοῦ· τὸ γὰρ ἐλάχιστον ἐξ Ἀμισοῦ διάστημα ἐπὶ τοὺς Κιλίκων ὅρους τοῦτʼ ἔστιν· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσίν εἰσιν εἰς Ταρσὸν στάδιοι, κἀκεῖθεν οὐ πλείους ἐπὶ τὴν ἐκβολὴν τοῦ Κύδνου. καὶ μὴν ἐπί γε Ἰσσὸν καὶ τὴν κατʼ αὐτὴν θάλατταν οὔτʼ ἄλλη ὁδὸς συντομωτέρα ἐστὶν ἐξ Ἀμισοῦ τῆς διὰ Ταρσοῦ, οὔτʼ ἐκ Ταρσοῦ ἐπὶ Ἰσσὸν ἐγγυτέρω ἐστὶν ἢ ἐπὶ Κύδνον, ὥστε δῆλον ὅτι ταῖς μὲν ἀληθείαις οὗτος ἂν εἴη ὁ ἰσθμός, λέγεται δʼ ὅμως ὁ μέχρι τοῦ Ἰσσικοῦ κόλπου, παρακλεπτόντων διὰ τὸ σημειῶδες. διὰ δὲ τοῦτʼ αὐτὸ καὶ τὴν ἐκ τῆς Ῥοδίας γραμμήν, ἣν μέχρι τοῦ Κύδνου κατηγάγομεν, τὴν αὐτὴν ἀποφαίνομεν τῇ μέχρι Ἰσσοῦ,

p.939
οὐδὲν παρὰ τοῦτο ποιούμενοι, καὶ τὸν Ταῦρόν φαμεν διήκειν ἐπʼ εὐθείας τῇδε τῇ γραμμῇ μέχρι τῆς Ἰνδικῆς.

ἡ δὲ Ταρσὸς κεῖται μὲν ἐν πεδίῳ κτίσμα δʼ ἐστὶ τῶν μετὰ Τριπτολέμου πλανηθέντων Ἀργείων κατὰ ζήτησιν Ἰοῦς· διαρρεῖ δʼ αὐτὴν μέσην ὁ Κύδνος παρʼ αὐτὸ τὸ γυμνάσιον τῶν νέων· ἅτε δὲ τῆς πηγῆς οὐ πολὺ ἄπωθεν οὔσης, καὶ τοῦ ῥείθρου διὰ φάραγγος βαθείας ἰόντος, εἶτʼ εὐθὺς εἰς τὴν πόλιν ἐκπίπτοντος, ψυχρόν τε καὶ τραχὺ τὸ ῥεῦμά ἐστιν, ὅθεν καὶ τοῖς παχυνευροῦσι ῥοϊζομένοις καὶ κτήνεσι καὶ ἀνθρώποις ἐπικουρεῖ.