Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μικρὸν δὲ πλέον τὸ ἀπὸ Μιλήτου εἰς Ἡράκλειαν ἐγκολπίζοντι, εὐθυπλοίᾳ δʼ εἰς Πύρραν ἐκ Μιλήτου τριάκοντα· τοσαύτην ἔχει μακροπορίαν ὁ

p.888
παρὰ γῆν πλοῦς. ἀνάγκη δʼ ἐπὶ τῶν ἐνδόξων τόπων ὑπομένειν τὸ περισκελὲς τῆς τοιαύτης γεωγραφίας.

ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα· τεναγώδης δʼ ὁ τόπος καὶ ἑλώδης· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς, μία τῶν Ἰάδων τῶν δώδεκα, ἣ νῦν διʼ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται. ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης, ἄρτον δὲ Μαγνησίαν, οἶνον δὲ Λάμψακον.

ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία, παρʼ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν, Χαρώνιον λεγόμενον, ὀλεθρίους ἔχον ἀποφοράς. ὑπέρκειται δὲ Μαγνησία ἡ πρὸς Μαιάνδρῳ, Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίᾳ καὶ Κρητῶν, περὶ ἧς αὐτίκα ἐροῦμεν.

μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου ὁ κατὰ Πριήνην ἐστὶν αἰγιαλός· ὑπὲρ αὐτοῦ δʼ ἡ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον. ἐπίκειται δὲ τῇ Σαμίᾳ καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν. λέγεται δʼ ὑπό τινων ἡ Πριήνη Κάδμη, ἐπειδὴ Φιλωτᾶς ὁ ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν· ἐκ Πριήνης δʼ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν, περὶ οὗ φησιν οὕτως Ἱππῶναξ

  1. καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον.
[*](Hipponax fr. 79 (Bergk))

τῆς δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον· ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων, κατʼ ἀρχὰς μὲν Σάμον ἐν δεξιᾷ ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίας, τοὺς δὲ Μελαντίους σκοπέλους ἐξ εὐωνύμων, τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων. καὶ αὐτὴ δʼ ἡ Τρωγίλιος ἄκρα πρόπους τις τῆς Μυκάλης ἐστί. τῇ Μυκάλῃ δʼ ὄρος ἄλλο πρόσκειται τῆς Ἐφεσίας Πακτύης· καὶ ἡ Μεσωγὶς δὲ εἰς αὐτὴν καταστρέφει.

p.889

ἀπὸ δὲ τῆς Τρωγιλίου στάδιοι τετταράκοντα εἰς τὴν Σάμον· βλέπει δὲ πρὸς νότον καὶ αὐτὴ καὶ ὁ λιμὴν ἔχων ναύσταθμον. ἔστι δʼ αὐτῆς ἐν ἐπιπέδῳ τὸ πλέον ὑπὸ τῆς θαλάττης κλυζόμενον, μέρος δέ τι καὶ εἰς τὸ ὄρος ἀνέχει τὸ ὑπερκείμενον. ἐν δεξιᾷ μὲν οὖν προσπλέουσι πρὸς τὴν πόλιν ἔστι τὸ Ποσείδιον ἄκρα ἡ ποιοῦσα πρὸς τὴν Μυκάλην τὸν ἑπταστάδιον πορθμόν, ἔχει δὲ νεὼν Ποσειδῶνος· πρόκειται δʼ αὐτοῦ νησίδιον ἡ Ναρθηκίς· ἐπʼ ἀριστερᾷ δὲ τὸ προάστειον τὸ πρὸς τῷ Ἡραίῳ καὶ ὁ Ἴμβρασος ποταμὸς καὶ τὸ Ἡραῖον, ἀρχαῖον ἱερὸν καὶ νεὼς μέγας, ὃς νῦν πινακοθήκη ἐστί· χωρὶς δὲ τοῦ πλήθους τῶν ἐνταῦθα κειμένων πινάκων ἄλλαι πινακοθῆκαι καὶ ναΐσκοι τινές εἰσι πλήρεις τῶν ἀρχαίων τεχνῶν· τό τε ὕπαιθρον ὁμοίως μεστὸν ἀνδριάντων ἐστὶ τῶν ἀρίστων· ὧν τρία Μύρωνος ἔργα κολοσσικὰ ἱδρυμένα ἐπὶ μιᾶς βάσεως, ἃ ἦρε μὲν Ἀντώνιος ἀνέθηκε δὲ πάλιν ὁ Σεβαστὸς Καῖσαρ εἰς τὴν αὐτὴν βάσιν τὰ δύο, τὴν Ἀθηνᾶν καὶ τὸν Ἡρακλέα, τὸν δὲ Δία εἰς τὸ Καπετώλιον μετήνεγκε κατασκευάσας αὐτῷ ναΐσκον.

περίπλους δʼ ἐστὶ τῆς Σαμίων νήσου σταδίων ἑξακοσίων. ἐκαλεῖτο δὲ Παρθενία πρότερον οἰκούντων Καρῶν, εἶτα Ἀνθεμοῦς, εἶτα Μελάμφυλλος, εἶτα Σάμος, εἴτʼ ἀπό τινος ἐπιχωρίου ἥρωος εἴτʼ ἐξ Ἰθάκης καὶ Κεφαλληνίας ἀποικήσαντος. καλεῖται μὲν οὖν καὶ ἄκρα τις Ἄμπελος βλέπουσά πως πρὸς τὸ τῆς Ἰκαρίας Δρέπανον, ἀλλὰ καὶ τὸ ὄρος ἅπαν ὃ ποιεῖ τὴν ὅλην νῆσον ὀρεινὴν ὁμωνύμως λέγεται· ἔστι δʼ οὐκ εὔοινος, καίπερ εὐοινουσῶν τῶν κύκλῳ νήσων, καὶ τῆς ἠπείρου σχεδόν τι τῆς προσεχοῦς πάσης τοὺς ἀρίστους ἐκφερούσης οἴνους[*](post οἴνους· οἷον Χίου καὶ Λέσβου καὶ Κῶ.)·

p.890
οἷον Χίου καὶ Λέσβου καὶ Κῶ· καὶ μὴν καὶ ὁ Ἐφέσιος καὶ Μητροπολίτης ἀγαθοί, ἥ τε Μεσωγὶς καὶ ὁ Τμῶλος καὶ ἡ Κατακεκαυμένη καὶ Κνίδος καὶ Σμύρνα καὶ ἄλλοι ἀσημότεροι τόποι διαφόρως χρηστοινοῦσιν ἢ πρὸς ἀπόλαυσιν ἢ πρὸς διαίτας ἰατρικάς. περὶ μὲν οὖν οἴνους οὐ πάνυ εὐτυχεῖ Σάμος, τὰ δʼ ἄλλα εὐδαίμων, ὡς δῆλον ἔκ τε τοῦ περιμάχητον γενέσθαι καὶ ἐκ τοῦ τοὺς ἐπαινοῦντας μὴ ὀκνεῖν ἐφαρμόττειν αὐτῇ τὴν λέγουσαν παροιμίαν ὅτι φέρει καὶ ὀρνίθων γάλα[*](post γάλα· καθάπερ που καὶ Μένανδρος ἔφη.). τοῦτο δὲ καὶ τῶν τυραννίδων αἴτιον αὐτῇ κατέστη καὶ τῆς πρὸς Ἀθηναίους ἔχθρας.

αἱ μὲν οὖν τυραννίδες ἤκμασαν κατὰ Πολυκράτη μάλιστα καὶ τὸν ἀδελφὸν αὐτοῦ Συλοσῶντα· ἦν δʼ ὁ μὲν καὶ τύχῃ καὶ δυνάμει λαμπρὸς ὥστε καὶ θαλαττοκρατῆσαι· τῆς δʼ εὐτυχίας αὐτοῦ σημεῖον τιθέασιν ὅτι ῥίψαντος εἰς τὴν θάλατταν ἐπίτηδες τὸν δακτύλιον λίθου καὶ γλύμματος πολυτελοῦς, ἀνήνεγκε μικρὸν ὕστερον τῶν ἁλιέων τις τὸν καταπιόντα ἰχθὺν αὐτόν· ἀνατμηθέντος δʼ εὑρέθη ὁ δακτύλιος· πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι ὡς ἐν βραχεῖ καταστρέψει τὸν βίον εἰς οὐκ εὐτυχὲς τέλος ὁ τοσοῦτον ἐξηρμένος ταῖς εὐπραγίαις· καὶ δὴ καὶ συμβῆναι τοῦτο· ληφθέντα γὰρ ἐξ ἀπάτης ὑπὸ τοῦ σατράπου τῶν Περσῶν κρεμασθῆναι. τούτῳ συνεβίωσεν Ἀνακρέων ὁ μελοποιός· καὶ δὴ καὶ πᾶσα ἡ ποίησις πλήρης ἐστὶ τῆς περὶ αὐτοῦ μνήμης. ἐπὶ τούτου δὲ καὶ Πυθαγόραν ἱστοροῦσιν ἰδόντα φυομένην τὴν τυραννίδα ἐκλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν εἰς Αἴγυπτον καὶ Βαβυλῶνα φιλομαθείας χάριν· ἐπανιόντα δʼ ἐκεῖθεν, ὁρῶντα ἔτι συμμένουσαν τὴν

p.891
τυραννίδα, πλεύσαντα εἰς Ἰταλίαν ἐκεῖ διατελέσαι τὸν βίον. περὶ Πολυκράτους μὲν ταῦτα.