Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

κάμψαντι δὲ τὸ Λεκτὸν ἀναχεῖται κόλπος μέγας, ὃν ἡ Ἴδη ποιεῖ πρὸς τὴν ἤπειρον ἀποχωροῦσα ἀπὸ τοῦ Λεκτοῦ, καὶ αἱ Κάναι, τὸ ἐκ θατέρου μέρους ἀντικείμενον ἀκρωτήριον τῷ Λεκτῷ· καλοῦσι δʼ οἱ μὲν Ἰδαῖον κόλπον, οἱ δʼ Ἀδραμυττηνόν. ἐν τούτῳ δὲ αἱ τῶν Αἰολέων πόλεις μέχρι τῶν ἐκβολῶν τοῦ Ἕρμου, καθάπερ εἰρήκαμεν. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν, ὅτι τοῖς ἐκ Βυζαντίου πλέουσι πρὸς νότον ἐπʼ εὐθείας ἐστὶν ὁ πλοῦς, πρῶτον ἐπὶ Σηστὸν καὶ Ἄβυδον διὰ μέσης τῆς Προποντίδος, ἔπειτα τῆς παραλίας τῆς Ἀσίας μέχρι

p.819
Καρίας. ταύτην δὴ φυλάττοντας χρὴ τὴν ὑπόθεσιν ἀκούειν τῶν ἑξῆς, κἂν λέγωμεν κόλπους τινὰς ἐν τῇ παραλίᾳ, τάς τε ἄκρας δεῖ νοεῖν τὰς ποιούσας αὐτοὺς ἐπὶ τῆς αὐτῆς γραμμῆς κειμένας ὥσπερ τινὸς μεσημβρινῆς.