Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἡ μὲν τοίνυν ἐκλειφθεῖσα ὑπʼ αὐτῶν πόλις Πήδασος οὐκέτʼ ἐστίν, ἐν δὲ τῇ μεσογαίᾳ τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπʼ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ νῦν ἡ χώρα Πηδασὶς λέγεται. φασὶ δʼ ἐν αὐτῇ καὶ ὀκτὼ πόλεις ᾠκίσθαι ὑπὸ τῶν Λελέγων πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων, καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν. ὕστερον δʼ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος, τῶν δʼ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ· Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε. τοῖς δὲ Πηδασεῦσι τούτοις φησὶν Ἡρόδοτος ὅτε μέλλοι τι ἀνεπιτήδειον ἔσεσθαι καὶ τοῖς περιοίκοις, τὴν ἱέρειαν τῆς Ἀθηνᾶς πώγωνα ἴσχειν· τρὶς δὲ συμβῆναι τοῦτο αὐτοῖς. Πήδασον δὲ καὶ ἐν τῇ νῦν Στρατονικέων πολίχνιόν ἐστιν. ἐν ὅλῃ δὲ Καρίᾳ καὶ ἐν Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα καὶ ἴχνη κατοικιῶν δείκνυται.

μετὰ δὲ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν ᾤκουν Κίλικες καθʼ Ὅμηρον, ἣν νῦν ἔχουσιν Ἀδραμυττηνοί τε καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῆς ἐκβολῆς τοῦ Καΐκου. διῄρηντο δʼ εἰς δύο δυναστείας οἱ Κίλικες, καθάπερ εἴπομεν, τήν τε ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ Μύνητι.

τοῦ μὲν οὖν Ἠετίωνος λέγει πόλιν Θήβην

  1. ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος
[*](Hom. Il. 1.366) τούτου δὲ καὶ τὴν Χρῦσαν τὴν ἔχουσαν τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος ἐμφαίνει, εἴπερ ἡ Χρυσηὶς ἐκ τῆς Θήβης ἑάλω· ᾠχόμεθα γάρ, φησίν,
  1. ἐς Θήβην·
  2. τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα.
  3. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
  4. ἐκ δʼ ἕλον Ἀτρείδῃ Χρυσηίδα.
[*](Hom. Il. 1.366 ff.) τοῦ δὲ Μύνητος τὴν Λυρνησσόν· ἐπειδὴ
  1. Λυρνησσὸν διαπορθήσας καὶ τείχεα
    p.856
    Θήβης
[*](Hom. Il. 2.691) τόν τε Μύνητα καὶ τὸν Ἐπίστροφον ἀνεῖλεν Ἀχιλλεύς, ὥστε ὅταν φῇ ἡ Βρισηίς
  1. οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
  2. ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
[*](Hom. Il. 19.295) οὐ τὴν Θήβην λέγοι ἄν (αὕτη γὰρ Ἠετίωνος) ἀλλὰ τὴν Λυρνησσόν· ἀμφότεραι δʼ ἦσαν ἐν τῷ κληθέντι μετὰ ταῦτα Θήβης πεδίῳ, ὃ διὰ τὴν ἀρετὴν περιμάχητον γενέσθαι φασὶ Μυσοῖς μὲν καὶ Λυδοῖς τὸ πρότερον, τοῖς δʼ Ἕλλησιν ὕστερον τοῖς ἐποικήσασιν ἐκ τῆς Αἰολίδος καὶ τῆς Λέσβου. ἔχουσι δὲ νῦν Ἀδραμυττηνοὶ τὸ πλέον· ἐνταῦθα γὰρ καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον· ἔρημοι δʼ ἀμφότεραι· διέχουσι δὲ Ἀδραμυττίου σταδίους ἡ μὲν ἑξήκοντα ἡ δὲ ὀγδοήκοντα καὶ ὀκτὼ ἐπὶ θάτερα.

ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἔστι καὶ ἡ Χρῦσα καὶ ἡ Κίλλα· πλησίον οὖν τῆς Θήβης ἔτι νῦν Κίλλα τις τόπος λέγεται, ἐν ᾧ Κιλλαίου Ἀπόλλωνος ἔστιν ἱερόν· παραρρεῖ δʼ αὐτῷ ἐξ Ἴδης φερόμενος ὁ Κίλλαιος ποταμός· ταῦτα δʼ ἐστὶ κατὰ τὴν Ἀντανδρίαν· καὶ τὸ ἐν Λέσβῳ δὲ Κίλλαιον ἀπὸ ταύτης τῆς Κίλλης ὠνόμασται· ἔστι δὲ καὶ Κίλλαιον ὄρος μεταξὺ Γαργάρων καὶ Ἀντάνδρου. φησὶ δὲ Δάης ὁ Κολωναεὺς ἐν Κολωναῖς ἱδρυθῆναι πρῶτον ὑπὸ τῶν ἐκ τῆς Ἑλλάδος πλευσάντων Αἰολέων τὸ τοῦ Κιλλαίου Ἀπόλλωνος ἱερόν· καὶ ἐν Χρύσῃ δὲ λέγουσι Κίλλαιον Ἀπόλλωνα ἱδρῦσθαι, ἄδηλον εἴτε τὸν αὐτὸν τῷ Σμινθεῖ εἴθʼ ἕτερον.

ἡ δὲ Χρῦσα ἐπὶ θαλάττῃ πολίχνιον ἦν ἔχον λιμένα, πλησίον δὲ ὑπέρκειται ἡ Θήβη· ἐνταῦθα δʼ ἦν καὶ τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος καὶ ἡ Χρυσηίς· ἠρήμωται δὲ νῦν τὸ χωρίον τελέως· εἰς δὲ τὴν νῦν Χρῦσαν τὴν κατὰ Ἁμαξιτὸν μεθίδρυται τὸ ἱερόν, τῶν Κιλίκων τῶν μὲν εἰς τὴν Παμφυλίαν ἐκπεσόντων τῶν δὲ εἰς Ἁμαξιτόν. οἱ δʼ ἀπειρότεροι τῶν παλαιῶν

p.857
ἱστοριῶν ἐνταῦθα τὸν Χρύσην καὶ τὴν Χρυσηίδα γεγονέναι φασὶ καὶ τὸν Ὅμηρον τούτου τοῦ τόπου μεμνῆσθαι. ἀλλʼ οὔτε λιμήν ἐστιν ἐνταῦθα, ἐκεῖνος δέ φησιν
  1. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
[*](Hom. Il. 1.432) οὔτʼ ἐπὶ θαλάττῃ τὸ ἱερόν ἐστιν, ἐκεῖνος δʼ ἐπὶ θαλάττῃ ποιεῖ τὸ ἱερόν
  1. ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο·
  2. τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
  3. πατρὶ φίλῳ ἐν χερσὶ τίθει
[*](Hom. Il. 1.438) οὔτε Θήβης πλησίον, ἐκεῖνος δὲ πλησίον· ἐκεῖθεν γοῦν ἁλοῦσαν λέγει τὴν Χρυσηίδα. ἀλλʼ οὐδὲ Κίλλα τόπος οὐδεὶς ἐν τῇ Ἀλεξανδρέων χώρᾳ δείκνυται, οὐδὲ Κιλλαίου Ἀπόλλωνος ἱερόν· ὁ ποιητὴς δὲ συζεύγνυσιν
  1. ὃς Χρύσην ἀμφιβέβηκας
  2. Κίλλαν τε ζαθέην
[*](Hom. Il. 1.37) ἐν δὲ τῷ Θήβης πεδίῳ δείκνυται πλησίον· ὅ τε πλοῦς ἀπὸ μὲν τῆς Κιλικίου Χρύσης ἐπὶ τὸ ναύσταθμον ἑπτακοσίων που σταδίων ἐστὶν ἡμερήσιός πως, ὅσον φαίνεται πλεύσας ὁ Ὀδυσσεύς. ἐκβὰς γὰρ εὐθὺς παρίστησι τὴν θυσίαν τῷ θεῷ καὶ τῆς ἑσπέρας ἐπιλαβούσης μένει αὐτόθι, πρωὶ δὲ ἀποπλεῖ· ἀπὸ δὲ Ἁμαξιτοῦ τὸ τρίτον μόλις τοῦ λεχθέντος διαστήματός ἐστιν, ὥστε παρῆν τῷ Ὀδυσσεῖ αὐθημερὸν ἀναπλεῖν ἐπὶ τὸ ναύσταθμον τελέσαντι τὴν θυσίαν. ἔστι δὲ καὶ Κίλλου μνῆμα περὶ τὸ ἱερὸν τοῦ Κιλλαίου Ἀπόλλωνος, χῶμα μέγα· ἡνίοχον δὲ τοῦτον Πέλοπός φασιν ἡγησάμενον τῶν τόπων, ἀφʼ οὗ ἴσως ἡ Κιλικία ἢ ἔμπαλιν.

τὰ οὖν περὶ τοὺς Τεύκρους καὶ τοὺς μύας, ἀφʼ ὧν ὁ Σμινθεύς, ἐπειδὴ σμίνθοι οἱ μύες, δεῦρο μετενεκτέον. παραμυθοῦνται δὲ τὴν ἀπὸ μικρῶν ἐπίκλησιν τοιούτοις τισί· καὶ γὰρ ἀπὸ τῶν παρνόπων, οὓς οἱ Οἰταῖοι κόρνοπας λέγουσι, Κορνοπίωνα τιμᾶσθαι παρʼ ἐκείνοις Ἡρακλέα ἀπαλλαγῆς ἀκρίδων χάριν· ἰποκτόνον δὲ παρʼ Ἐρυθραίοις τοῖς τὸν Μίμαντα οἰκοῦσιν,

p.858
ὅτι φθαρτικὸς τῶν ἀμπελοφάγων ἰπῶν· καὶ δὴ παρʼ ἐκείνοις μόνοις τῶν Ἐρυθραίων τὸ θηρίον τοῦτο μὴ γίνεσθαι. Ῥόδιοι δὲ ἐρυθιβίου Ἀπόλλωνος ἔχουσιν ἐν τῇ χώρᾳ ἱερόν, τὴν ἐρυσίβην καλοῦντες ἐρυθίβην· παρʼ Αἰολεῦσι δὲ τοῖς ἐν Ἀσίᾳ μείς τις καλεῖται Πορνοπίων, οὕτω τοὺς πάρνοπας καλούντων Βοιωτῶν, καὶ θυσία συντελεῖται Πορνοπίωνι Ἀπόλλωνι.