Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τῶν Αἰολέων τοίνυν καθʼ ὅλην σκεδασθέντων τὴν χώραν, ἣν ἔφαμεν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι Τρωικήν, οἱ ὕστερον οἱ μὲν πᾶσαν Αἰολίδα προσαγορεύουσιν οἱ δὲ μέρος, καὶ Τροίαν οἱ μὲν ὅλην οἱ δὲ μέρος αὐτῆς, οὐδὲν ὅλως ἀλλήλοις ὁμολογοῦντες. εὐθὺς γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρῳάδος, Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπʼ ἔλαττον τοὺς ὅρους, Δαμάστης δʼ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου· καὶ γὰρ οὗτος μὲν ἕως Λεκτοῦ προάγει, ἄλλοι δʼ ἄλλως· Χάρων δʼ ὁ Λαμψακηνὸς τριακοσίους ἄλλους ἀφαιρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος (τοσοῦτοι γάρ εἰσιν ἀπὸ Παρίου εἰς Πράκτιον), ἕως μέντοι Ἀτραμυττίου πρόεισι· Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης, ἄλλοι δʼ ἄλλως.

τοπογραφεῖ δὲ κάλλιστα τὴν ὄντως λεγομένην Τροίαν ἡ τῆς Ἴδης θέσις, ὄρους ὑψηλοῦ βλέποντος πρὸς δύσιν καὶ τὴν ταύτῃ θάλατταν, μικρὰ δʼ ἐπιστρέφοντος καὶ πρὸς ἄρκτον καὶ τὴν ταύτῃ παραλίαν. ἔστι δὲ αὕτη μὲν τῆς Προποντίδος ἀπὸ τῶν περὶ Ἄβυδον στενῶν ἐπὶ τὸν Αἴσηπον καὶ τὴν Κυζικηνήν· ἡ δʼ ἑσπερία θάλαττα ὅ τε Ἑλλήσποντός ἐστιν ὁ ἔξω καὶ τὸ Αἰγαῖον πέλαγος. πολλοὺς δʼ ἔχουσα πρόποδας ἡ Ἴδη καὶ σκολοπενδρώδης οὖσα τὸ σχῆμα ἐσχάτοις ἀφορίζεται τούτοις, τῷ τε περὶ τὴν Ζέλειαν ἀκρωτηρίῳ καὶ τῷ

p.818
καλουμένῳ Λεκτῷ, τῷ μὲν τελευτῶντι εἰς τὴν μεσόγαιαν μικρὸν ὑπὲρ τῆς Κυζικηνῆς (καὶ δὴ καὶ ἔστι νῦν ἡ Ζέλεια τῶν Κυζικηνῶν)· τὸ δὲ Λεκτὸν εἰς τὸ πέλαγος καθήκει τὸ Αἰγαῖον ἐν παράπλῳ κείμενον τοῖς ἐκ Τενέδου πλέουσιν εἰς Λέσβον.
  1. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
  2. Λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα
[*](Hom. Il. 14.283) ὕπνος καὶ Ἥρα, τοῖς οὖσιν οἰκείως τοῦ ποιητοῦ φράζοντος τὸ Λεκτόν· καὶ γὰρ ὅτι τῆς Ἴδης ἐστὶ τὸ Λεκτὸν καὶ διότι πρώτη ἀπόβασις ἐκ θαλάττης αὕτη τοῖς ἐπὶ τὴν Ἴδην ἀνιοῦσιν, εἴρηκεν ὀρθῶς[*](post ὀρθῶς· καὶ τὸ πολυπίδακον· εὐυδρότατον γὰρ κατὰ ταῦτα μάλιστα τὸ ὄρος. δηλοῖ δὲ τὸ πλῆθος τῶν ποταμῶν.ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλαδε προρέουσι.Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τεκαὶ οἱ ἑξῆς, οὓς ἐκεῖνος εἴρηκε καὶ ἡμῖν νυνὶ πάρεστιν ὁρᾶν. Hom. Il. 12.19). τοὺς δὴ πρόποδας τοὺς ἐσχάτους ἐφʼ ἑκάτερα φράζων οὕτως τὸ Λεκτὸν καὶ τὴν Ζέλειαν, οἰκείως τούτων ἀκρώρειαν ἀφορίζει Γάργαρον, ἄκρον λέγων· καὶ γὰρ καὶ νῦν Γάργαρον ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης δείκνυται τόπος, ἀφʼ οὗ τὰ νῦν Γάργαρα πόλις Αἰολική. ἐντὸς μὲν οὖν τῆς Ζελείας καὶ τοῦ Λεκτοῦ πρῶτά ἐστιν ἀπὸ τῆς Προποντίδος ἀρξαμένοις τὰ μέχρι τῶν κατʼ Ἄβυδον στενῶν, εἶτʼ ἔξω τῆς Προποντίδος τὰ μέχρι Λεκτοῦ.

κάμψαντι δὲ τὸ Λεκτὸν ἀναχεῖται κόλπος μέγας, ὃν ἡ Ἴδη ποιεῖ πρὸς τὴν ἤπειρον ἀποχωροῦσα ἀπὸ τοῦ Λεκτοῦ, καὶ αἱ Κάναι, τὸ ἐκ θατέρου μέρους ἀντικείμενον ἀκρωτήριον τῷ Λεκτῷ· καλοῦσι δʼ οἱ μὲν Ἰδαῖον κόλπον, οἱ δʼ Ἀδραμυττηνόν. ἐν τούτῳ δὲ αἱ τῶν Αἰολέων πόλεις μέχρι τῶν ἐκβολῶν τοῦ Ἕρμου, καθάπερ εἰρήκαμεν. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν, ὅτι τοῖς ἐκ Βυζαντίου πλέουσι πρὸς νότον ἐπʼ εὐθείας ἐστὶν ὁ πλοῦς, πρῶτον ἐπὶ Σηστὸν καὶ Ἄβυδον διὰ μέσης τῆς Προποντίδος, ἔπειτα τῆς παραλίας τῆς Ἀσίας μέχρι

p.819
Καρίας. ταύτην δὴ φυλάττοντας χρὴ τὴν ὑπόθεσιν ἀκούειν τῶν ἑξῆς, κἂν λέγωμεν κόλπους τινὰς ἐν τῇ παραλίᾳ, τάς τε ἄκρας δεῖ νοεῖν τὰς ποιούσας αὐτοὺς ἐπὶ τῆς αὐτῆς γραμμῆς κειμένας ὥσπερ τινὸς μεσημβρινῆς.