Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
ἐκαλεῖτο δʼ ἡ χώρα αὕτη Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, κατὰ ἔθος τι οὕτω λεγόντων τὸ αὐτὸ χωρίον διττῶς, ὡς καὶ Θήβην καὶ Θήβης πεδίον, καὶ Μυγδονίαν καὶ Μυγδονίας πεδίον. φησὶ δὲ[*](post δὲ· καὶ)
- ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα
- πρὸς μακάρων ἔλαχεν· βωμὸν δέ οἱ εἵσατο πρῶτος
- Ἄδρηστος, ποταμοῖο παρὰ ῥόον Αἰσήποιο,
- ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται.
ἔστι δὲ καὶ τὸ Πάριον πόλις ἐπὶ θαλάττῃ, λιμένα ἔχουσα μείζω τῆς Πριάπου καὶ ηὐξημένη γε ἐκ ταύτης· θεραπεύοντες γὰρ οἱ Παριανοὶ τοὺς Ἀτταλικοὺς ὑφʼ οἷς ἐτέτακτο ἡ Πριαπηνή, πολλὴν αὐτῆς ἀπετέμοντο ἐπιτρεπόντων ἐκείνων. ἐνταῦθα μυθεύουσι τοὺς Ὀφιογενεῖς συγγένειάν τινα ἔχειν πρὸς τοὺς ὄφεις· φασὶ δʼ αὐτῶν τοὺς ἄρρενας τοῖς ἐχεοδήκτοις ἄκος εἶναι συνεχῶς ἐφαπτομένους ὥσπερ τοὺς ἐπῳδούς, πρῶτον μὲν τὸ πελίωμα εἰς ἑαυτοὺς μεταφέροντας, εἶτα καὶ τὴν φλεγμονὴν παύοντας καὶ τὸν πόνον. μυθεύουσι δὲ τὸν ἀρχηγέτην τοῦ γένους ἥρωά τινα ἐξ ὄφεως μεταβαλεῖν· τάχα δὲ τῶν Ψύλλων τις ἦν τῶν Λιβυκῶν, εἰς δὲ τὸ γένος διέτεινεν ἡ δύναμις μέχρι ποσοῦ. κτίσμα δʼ ἐστὶ τὸ Πάριον Μιλησίων καὶ Ἐρυθραίων καὶ Παρίων.
Πιτύα δʼ ἐστὶν ἐν Πιτυοῦντι τῆς Παριανῆς ὑπερκείμενον ἔχουσα πιτυῶδες ὄρος· μεταξὺ δὲ κεῖται
ἐν δὲ τῷ παράπλῳ τῷ ἀπὸ Παρίου εἰς Πρίαπον ἥ τε παλαιὰ Προκόννησός ἐστι καὶ ἡ νῦν Προκόννησος, πόλιν ἔχουσα καὶ μέταλλον μέγα λευκοῦ λίθου σφόδρα ἐπαινούμενον· τὰ γοῦν κάλλιστα τῶν ταύτῃ πόλεων ἔργα, ἐν δὲ τοῖς πρῶτα τὰ ἐν Κυζίκῳ ταύτης ἐστὶ τῆς λίθου. ἐντεῦθέν ἐστιν Ἀριστέας ὁ ποιητὴς τῶν Ἀριμασπείων καλουμένων ἐπῶν, ἀνὴρ γόης εἴ τις ἄλλος.
τὸ δὲ Τηρείης ὄρος οἱ μὲν τὰ ἐν Πειρωσσῷ ὄρη φασὶν ἃ ἔχουσιν οἱ Κυζικηνοὶ τῇ Ζελείᾳ προσεχῆ, ἐν οἷς βασιλικὴ θήρα κατεσκεύαστο τοῖς Λυδοῖς, καὶ Πέρσαις ὕστερον· οἱ δʼ ἀπὸ τετταράκοντα σταδίων Λαμψάκου δεικνύουσι λόφον, ἐφʼ ᾧ μητρὸς θεῶν ἱερόν ἐστιν ἅγιον Τηρείης ἐπικαλούμενον.
καὶ ἡ Λάμψακος δʼ ἐπὶ θαλάττῃ πόλις ἐστὶν εὐλίμενος καὶ ἀξιόλογος, συμμένουσα καλῶς, ὥσπερ καὶ ἡ Ἄβυδος· διέχει δʼ αὐτῆς ὅσον ἑβδομήκοντα καὶ ἑκατὸν σταδίους· ἐκαλεῖτο δὲ πρότερον Πιτυοῦσσα, καθάπερ καὶ τὴν Χίον φασίν· ἐν δὲ τῇ περαίᾳ τῆς Χερρονήσου πολίχνιόν ἐστι Καλλίπολις· κεῖται δʼ ἐπʼ ἀκτῆς ἐκκειμένη πολὺ πρὸς τὴν Ἀσίαν κατὰ τὴν Λαμψακηνῶν πόλιν, ὥστε τὸ δίαρμα μὴ πλέον εἶναι τετταράκοντα σταδίων.
ἐν δὲ τῷ μεταξὺ Λαμψάκου καὶ Παρίου Παισὸς ἦν πόλις καὶ ποταμός· κατέσπασται δʼ ἡ πόλις, οἱ δὲ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον, Μιλησίων ὄντες ἄποικοι καὶ αὐτοί, καθάπερ καὶ οἱ Λαμψακηνοί. ὁ δὲ ποιητὴς εἴρηκεν ἀμφοτέρως, καὶ προσθεὶς τὴν πρώτην συλλαβήν
[*](Hom. Il. 2.828) καὶ ἀφελών
- καὶ δῆμον Ἀπαισοῦ,
[*](Hom. Il. 5.612) καὶ ὁ ποταμὸς νῦν
- ὅς ῥʼ ἐνὶ Παισῷ
- ναῖε πολυκτήμων
μετὰ δὲ Λάμψακον ἔστιν Ἄβυδος καὶ τὰ μεταξὺ χωρία, περὶ ὧν οὕτως εἴρηκε συλλαβὼν ὁ ποιητὴς καὶ τὴν Λαμψακηνὴν καὶ τῆς Παριανῆς τινα (οὔπω γὰρ ἦσαν αὗται αἱ πόλεις κατὰ τὰ Τρωικά)
φησίν
- οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο,
- καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην·
- τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος
[*](Hom. Il. 2.835) οὕτω δʼ εἰπὼν ἔοικε τὸ βασίλειον ἀποφαίνειν τοῦ Ἀσίου τὴν Ἀρίσβην, ὅθεν ἥκειν αὐτόν φησιν
- ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
οὕτω δʼ ἀφανῆ τὰ χωρία ταῦτά ἐστιν ὥστε οὐδʼ ὁμολογοῦσι περὶ αὐτῶν οἱ ἱστοροῦντες, πλὴν ὅτι περὶ Ἄβυδον καὶ Λάμψακόν ἐστι καὶ Πάριον, καὶ ὅτι ἡ πάλαι Περκώτη μετωνομάσθη ὁ τόπος.
- ὃν Ἀρίσβηθεν φέρον
p.827ἵπποι ποταμοῦ- ἄπο Σελλήεντος.
τῶν δὲ ποταμῶν τὸν μὲν Σελλήεντά φησιν ὁ ποιητὴς πρὸς τῇ Ἀρίσβῃ ῥεῖν, εἴπερ ὁ Ἄσιος Ἀρίσβηθέν τε ἧκε καὶ ποταμοῦ ἄπο Σελλήεντος· ὁ δὲ Πράκτιος ποταμὸς μὲν ἔστι, πόλις δʼ οὐχ εὑρίσκεται, ὥς τινες ἐνόμισαν· ῥεῖ δὲ καὶ οὗτος μεταξὺ Ἀβύδου καὶ Λαμψάκου· τὸ οὖν
οὕτω δεκτέον ὡς περὶ ποταμοῦ, καθάπερ κἀκεῖνα
- καὶ Πράκτιον ἀμφενέμοντο
[*](Hom. Il. 2.522) καὶ
- οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
[*](Hom. Il. 2.854) ἦν δὲ καὶ ἐν Λέσβῳ πόλις Ἀρίσβα, ἧς τὴν χώραν ἔχουσι Μηθυμναῖοι· ἔστι δὲ καὶ ποταμὸς Ἄρισβος ἐν Θρᾴκῃ, ὥσπερ εἴρηται, καὶ τούτου πλησίον οἱ Κεβρήνιοι Θρᾷκες. πολλαὶ δʼ ὁμωνυμίαι Θρᾳξὶ καὶ Τρωσίν, οἷον Σκαιοὶ Θρᾷκές τινες καὶ Σκαιὸς ποταμὸς καὶ Σκαιὸν τεῖχος καὶ ἐν Τροίᾳ Σκαιαὶ πύλαι· Ξάνθιοι Θρᾷκες, Ξάνθος ποταμὸς ἐν Τροίᾳ· Ἄρισβος ὁ ἐμβάλλων εἰς τὸν Ἕβρον, Ἀρίσβη ἐν Τροίᾳ· Ῥῆσος ποταμὸς ἐν Τροίᾳ, Ῥῆσος δὲ καὶ ὁ βασιλεὺς τῶν Θρᾳκῶν. ἔστι δὲ καὶ τῷ Ἀσίῳ ὁμώνυμος ἕτερος παρὰ τῷ ποιητῇ Ἄσιος
- ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ ἔργʼ ἐνέμοντο.
[*](Hom. Il. 16.717)
- ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο,
- αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
- ὃς Φρυγίην ναίεσκε ῥοῇς ἐπὶ Σαγγαρίοιο.
Ἄβυδος δὲ Μιλησίων ἐστὶ κτίσμα ἐπιτρέψαντος Γύγου τοῦ Λυδῶν βασιλέως· ἦν γὰρ ἐπʼ ἐκείνῳ τὰ χωρία καὶ ἡ Τρῳὰς ἅπασα, ὀνομάζεται δὲ καὶ ἀκρωτήριόν τι πρὸς Δαρδάνῳ Γύγας· ἐπίκειται δὲ τῷ στόματι τῆς Προποντίδος καὶ τοῦ Ἑλλησπόντου, διέχει δὲ τὸ
ὑπέρκειται δὲ τῆς τῶν Ἀβυδηνῶν χώρας ἐν τῇ Τρῳάδι τὰ Ἄστυρα, ἃ νῦν μὲν Ἀβυδηνῶν ἔστι, κατεσκαμμένη πόλις, πρότερον δὲ ἦν καθʼ αὑτά, χρυσεῖα ἔχοντα ἃ νῦν σπάνιά ἐστιν, ἐξαναλωμένα, καθάπερ τὰ ἐν τῷ Τμώλῳ τὰ περὶ τὸν Πακτωλόν. ἀπὸ Ἀβύδου δʼ ἐπὶ Αἴσηπον περὶ ἑπτακοσίους φασὶ σταδίους, εὐθυπλοίᾳ δὲ ἐλάττους.
ἔξω δὲ Ἀβύδου τὰ περὶ τὸ Ἴλιον ἔστι, τά τε παράλια ἕως Λεκτοῦ καὶ τὰ ἐν τῷ Τρωικῷ πεδίῳ καὶ τὰ παρώρεια τῆς Ἴδης τὰ ὑπὸ τῷ Αἰνείᾳ. διττῶς δὲ ταῦτʼ ὀνομάζει ὁ ποιητής, τοτὲ μὲν οὕτω λέγων
[*](Hom. Il. 2.819) Δαρδανίους καλῶν, τοτὲ δὲ Δαρδάνους
- Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο,
[*](Hom. Il. 8.173) εἰκὸς δʼ ἐνταῦθα ἱδρῦσθαι τὸ παλαιὸν τὴν λεγομένην ὑπὸ τοῦ ποιητοῦ Δαρδανίαν
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί.
[*](Hom. Il. 20.215) νῦν μὲν γὰρ οὐδʼ ἴχνος πόλεως σώζεται αὐτόθι.
- Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
- κτίσσε δὲ Δαρδανίην.
εἰκάζει δὲ Πλάτων μετὰ τοὺς κατακλυσμοὺς τρία πολιτείας εἴδη συνίστασθαι· πρῶτον μὲν τὸ ἐπὶ τὰς ἀκρωρείας ἁπλοῦν τι καὶ ἄγριον, δεδιότων τὰ ὕδατα ἐπιπολάζοντα ἀκμὴν ἐν τοῖς πεδίοις· δεύτερον δὲ τὸ ἐν ταῖς ὑπωρείαις, θαρρούντων ἤδη κατὰ μικρόν, ἅτε δὴ καὶ τῶν πεδίων ἀρχομένων ἀναψύχεσθαι· τρίτον δὲ τὸ ἐν τοῖς πεδίοις. λέγοι δʼ ἄν τις καὶ τέταρτον καὶ πέμπτον ἴσως καὶ πλείω, ὕστατον δὲ τὸ ἐν τῇ παραλίᾳ καὶ ἐν ταῖς νήσοις, λελυμένου παντὸς τοῦ τοιούτου
[*](Hom. Od. 9.109) φησίν, αὐτοῖς·
- ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
[*](Hom. Od. 9.112-114) τοῦ δὲ δευτέρου τὸν ἐπὶ τοῦ Δαρδάνου
- τοῖσιν δʼ οὐκ ἀγοραὶ βουληφόροι, οὔτε θέμιστες·
- ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
- ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
- παίδων ἠδʼ ἀλόχων.
[*](Hom. Il. 20.216) τοῦ δὲ τρίτου ἐπὶ τοῦ Ἴλου τὸν ἐν τοῖς πεδίοις. τοῦτον γὰρ παραδιδόασι τοῦ Ἰλίου κτίστην, ἀφʼ οὗ καὶ τὴν ἐπωνυμίαν λαβεῖν τὴν πόλιν· εἰκὸς δὲ καὶ διὰ τοῦτο ἐν μέσῳ τῷ πεδίῳ τεθάφθαι αὐτόν, ὅτι πρῶτος ἐθάρρησεν ἐν τοῖς πεδίοις θέσθαι τὴν κατοικίαν
- κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔπω Ἴλιος ἱρὴ
- ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,
- ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης
[*](Hom. Il. 11.166) οὐδʼ οὗτος δὲ τελέως ἐθάρρησεν· οὐ γὰρ ἐνταῦθα ἵδρυσε τὴν πόλιν ὅπου νῦν ἔστιν, ἀλλὰ σχεδόν τι τριάκοντα σταδίοις ἀνωτέρω πρὸς ἕω καὶ πρὸς τὴν Ἴδην καὶ τὴν Δαρδανίαν κατὰ τὴν νῦν καλουμένην Ἰλιέων κώμην.
- οἱ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
- μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο.
τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν τέως μὲν κώμην εἶναί φασι τὸ ἱερὸν ἔχουσαν τῆς Ἀθηνᾶς μικρὸν καὶ εὐτελές, Ἀλέξανδρον δὲ ἀναβάντα μετὰ τὴν ἐπὶ Γρανίκῳ νίκην ἀναθήμασί τε κοσμῆσαι τὸ ἱερὸν καὶ προσαγορεῦσαι πόλιν καὶ οἰκοδομίαις ἀναλαβεῖν προστάξαι τοῖς ἐπιμεληταῖς ἐλευθέραν τε κρῖναι καὶ ἄφορον· ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τῶν Περσῶν ἐπιστολὴν καταπέμψαι φιλάνθρωπον, ὑπισχνούμενον πόλιν τε ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον καὶ ἀγῶνα ἀποδείξειν ἱερόν. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Λυσίμαχος μάλιστα τῆς πόλεως ἐπεμελήθη καὶ νεὼν κατεσκεύασε καὶ τεῖχος περιεβάλετο ὅσον τετταράκοντα σταδίων, συνῴκισέ τε εἰς αὐτὴν τὰς κύκλῳ πόλεις ἀρχαίας ἤδη κεκακωμένας, ὅτε καὶ Ἀλεξανδρείας ἤδη ἐπεμελήθη, συνῳκισμένης μὲν ἤδη ὑπʼ Ἀντιγόνου καὶ προσηγορευμένης Ἀντιγονείας, μεταβαλούσης δὲ τοὔνομα· ἔδοξε γὰρ εὐσεβὲς εἶναι τοὺς Ἀλέξανδρον διαδεξαμένους ἐκείνου πρότερον κτίζειν ἐπωνύμους πόλεις, εἶθʼ ἑαυτῶν· καὶ δὴ καὶ συνέμεινε καὶ αὔξησιν ἔσχε, νῦν δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται καὶ ἔστι τῶν ἐλλογίμων πόλεων.
καὶ τὸ Ἴλιον δʼ ὃ νῦν ἔστι κωμόπολίς τις ἦν, ὅτε πρῶτον Ῥωμαῖοι τῆς Ἀσίας ἐπέβησαν καὶ ἐξέβαλον Ἀντίοχον τὸν μέγαν ἐκ τῆς ἐντὸς τοῦ Ταύρου. φησὶ
ἔστι τοίνυν μετʼ Ἄβυδον ἥ τε Δαρδανὶς ἄκρα, ἧς μικρὸν πρότερον ἐμνήσθημεν, καὶ ἡ πόλις ἡ Δάρδανος, διέχουσα τῆς Ἀβύδου ἑβδομήκοντα σταδίους. μεταξύ τε ὁ Ῥοδίος ἐκπίπτει ποταμός, καθʼ ὃν ἐν τῇ Χερρονήσῳ τὸ Κυνὸς σῆμά ἐστιν, ὅ φασιν Ἑκάβης εἶναι τάφον· οἱ δὲ τὸν Ῥοδίον εἰς τὸν Αἴσηπον ἐμβάλλειν φασίν· εἷς δʼ ἐστὶ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων καὶ οὗτος
[*](Hom. Il. 12.20) ἡ δὲ Δάρδανος κτίσμα ἀρχαῖον, οὕτω δʼ εὐκαταφρόνητον ὥστε πολλάκις οἱ βασιλεῖς οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον οἱ δὲ ἀνῴκιζον πάλιν εἰς τὸ ἀρχαῖον κτίσμα. ἐνταῦθα δὲ συνῆλθον Σύλλας τε Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμὼν καὶ Μιθριδάτης ὁ κληθεὶς Εὐπάτωρ, καὶ συνέβησαν πρὸς ἀλλήλους ἐπὶ καταλύσει τοῦ πολέμου.
- Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε.