Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἀκούειν δʼ ἔστι καὶ τῶν παλαιῶν συγγραφέων οἷά φησιν ὁ τὰ Λύδια συγγράψας Ξάνθος, διηγούμενος οἷαι μεταβολαὶ κατέσχον πολλάκις τὴν χώραν ταύτην, ὧν ἐμνήσθημέν που καὶ ἐν τοῖς πρόσθεν. καὶ δὴ καὶ τὰ περὶ τὸν Τυφῶνα πάθη ἐνταῦθα μυθεύουσι καὶ τοὺς Ἀρίμους, καὶ τὴν Κατακεκαυμένην ταύτην εἶναί φασιν· οὐκ ὀκνοῦσι δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν ἅπανθʼ ὑπονοεῖν τοιαῦτα καὶ διὰ τὸ πλῆθος τῶν λιμνῶν καὶ ποταμῶν καὶ τοὺς πολλαχοῦ κευθμῶνας τῆς γῆς. ἡ δὲ μεταξὺ Λαοδικείας καὶ Ἀπαμείας λίμνη καὶ βορβορώδη καὶ ὑπονόμου τὴν ἀποφορὰν ἔχει πελαγία οὖσα· φασὶ δὲ καὶ δίκας εἶναι τῷ Μαιάνδρῳ μεταφέροντι τὰς χώρας ὅταν περικρουσθῶσιν οἱ ἀγκῶνες, ἁλόντος δὲ τὰς ζημίας ἐκ τῶν πορθμικῶν διαλύεσθαι τελῶν.

μεταξὺ δὲ τῆς Λαοδικείας καὶ τῶν Καρούρων ἱερὸν ἔστι Μηνὸς Κάρου καλούμενον τιμώμενον ἀξιολόγως. συνέστη δὲ καθʼ ἡμᾶς διδασκαλεῖον Ἡροφιλείων ἰατρῶν μέγα ὑπὸ Ζεύξιδος, καὶ μετὰ ταῦτα Ἀλεξάνδρου τοῦ Φιλαλήθους, καθάπερ ἐπὶ τῶν πατέρων τῶν ἡμετέρων ἐν Σμύρνῃ τὸ τῶν Ἐρασιστρατείων ὑπὸ Ἱκεσίου· νῦν δὲ οὐχ ὁμοίως ἔτι συμμένει.

λέγεται δέ τινα φῦλα Φρύγια οὐδαμοῦ δεικνύμενα, ὥσπερ οἱ Βερέκυντες. καὶ Ἀλκμὰν λέγει

  1. Φρύγιον ηὔλησε μέλος τὸ Κερβήσιον.
καὶ βόθυνός τις λέγεται Κερβήσιος ἔχων ὀλεθρίους ἀποφοράς· ἀλλʼ οὗτός γε δείκνυται, οἱ δʼ ἄνθρωποι οὐκέθʼ οὕτω λέγονται. Αἰσχύλος δὲ συγχεῖ ἐν τῇ Νιόβῃ· φησὶ γὰρ ἐκείνη μνησθήσεσθαι τῶν περὶ Τάνταλον
  1. οἷς ἐν Ἰδαίῳ πάγῳ
  2. Διὸς πατρῴου βωμός ἐστι
[*](Aesch. Fr. 162, 2 (Nauck)) καὶ πάλιν
  1. Σίπυλον Ἰδαίαν ἀνὰ χθόνα.
[*](Aesch. Fr. 163 (Nauck)) καὶ ὁ Τάνταλος λέγει
  1. σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
  2. Βερέκυντα χῶρον, ἔνθʼ Ἀδραστείας ἕδος
  3. Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασι
  4. βρέμουσι μήλων, πᾶν τʼ ἐρέχθειον πέδον.
[*](Aesch. Fr. 158, 2 (Nauck))

p.815

μέχρι μὲν δεῦρο ἀφωρίσθω τὰ περὶ τῆς Φρυγίας ἐπανιόντες δὲ πάλιν ἐπὶ τὴν Προποντίδα καὶ τὴν ἐφεξῆς τῷ Αἰσήπῳ παραλίαν τὴν αὐτὴν τῆς περιοδείας τάξιν ἀποδώσομεν. ἔστι δὲ Τρῳὰς πρώτη τῆς παραλίας ταύτης, ἧς τὸ πολυθρύλητον καίπερ ἐν ἐρειπίοις καὶ ἐν ἐρημίᾳ λειπομένης ὅμως πολυλογίαν οὐ τὴν τυχοῦσαν παρέχει τῇ γραφῇ. πρὸς τοῦτο δὲ συγγνώμης δεῖ καὶ παρακλήσεως, ὅπως τὴν αἰτίαν τοῦ μήκους μὴ ἡμῖν μᾶλλον ἀνάπτωσιν οἱ ἐντυγχάνοντες ἢ τοῖς σφόδρα ποθοῦσι τὴν τῶν ἐνδόξων καὶ παλαιῶν γνῶσιν· προσλαμβάνει δὲ τῷ μήκει καὶ τὸ πλῆθος τῶν ἐποικησάντων τὴν χώραν Ἑλλήνων τε καὶ βαρβάρων, καὶ οἱ συγγραφεῖς οὐχὶ τὰ αὐτὰ γράφοντες περὶ τῶν αὐτῶν οὐδὲ σαφῶς πάντα· ὧν ἐν τοῖς πρώτοις ἐστὶν Ὅμηρος εἰκάζειν περὶ τῶν πλείστων παρέχων. δεῖ δὲ καὶ τὰ τούτου διαιτᾶν καὶ τὰ τῶν ἄλλων ὑπογράψαντας πρότερον ἐν κεφαλαίῳ τὴν τῶν τόπων φύσιν.

ἀπὸ δὴ τῆς Κυζικηνῆς καὶ τῶν περὶ Αἴσηπον τόπων καὶ Γράνικον μέχρι Ἀβύδου καὶ Σηστοῦ τὴν τῆς Προποντίδος παραλίαν εἶναι συμβαίνει, ἀπὸ δὲ Ἀβύδου μέχρι Λεκτοῦ τὰ περὶ Ἴλιον καὶ Τένεδον καὶ Ἀλεξάνδρειαν τὴν Τρῳάδα· πάντων δὴ τούτων ὑπέρκειται ἡ Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκουσα· ἀπὸ Λεκτοῦ δὲ μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων ἔστι τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον· οἷς πᾶσιν ἀντιπαρήκει ἡ τῶν Λεσβίων νῆσος· εἶθʼ ἑξῆς τὰ περὶ Κύμην

p.816
μέχρι Ἕρμου καὶ Φωκαίας, ἥπερ ἀρχὴ μὲν τῆς Ἰωνίας ἐστὶ πέρας δὲ τῆς Αἰολίδος. τοιούτων δὲ τῶν τόπων ὄντων ὁ μὲν ποιητὴς ἀπὸ τῶν περὶ Αἴσηπον τόπων καὶ τῶν περὶ τὴν νῦν Κυζικηνὴν χώραν ὑπαγορεύει μάλιστα τοὺς Τρῶας ἄρξαι μέχρι τοῦ Καΐκου ποταμοῦ διῃρημένους κατὰ δυναστείας εἰς ὀκτὼ μερίδας ἢ καὶ ἐννέα· τὸ δὲ τῶν ἄλλων ἐπικούρων πλῆθος ἐν τοῖς συμμάχοις διαριθμεῖται.

οἱ δʼ ὕστερον τοὺς ὅρους οὐ τοὺς αὐτοὺς λέγουσι καὶ τοῖς ὀνόμασι χρῶνται διηλλαγμένως, διαιρέσεις νέμοντες πλείους. μάλιστα δὲ αἱ τῶν Ἑλλήνων ἀποικίαι παρεσχήκασι λόγον· ἧττον μὲν ἡ Ἰωνική (πλείονι γὰρ διέστηκε τῆς Τρῳάδος), ἡ δὲ τῶν Αἰολέων παντάπασι· καθʼ ὅλην γὰρ ἐσκεδάσθη ἀπὸ τῆς Κυζικηνῆς μέχρι τοῦ Καΐκου καὶ ἐπέλαβεν ἔτι πλέον, τὴν μεταξὺ τοῦ Καΐκου καὶ τοῦ Ἕρμου ποταμοῦ. τέτταρσι γὰρ δὴ γενεαῖς πρεσβυτέραν φασὶ τὴν Αἰολικὴν ἀποικίαν τῆς Ἰωνικῆς, διατριβὰς δὲ λαβεῖν καὶ χρόνους μακροτέρους. Ὀρέστην μὲν γὰρ ἄρξαι τοῦ στόλου, τούτου δʼ ἐν Ἀρκαδίᾳ τελευτήσαντος τὸν βίον διαδέξασθαι τὸν υἱὸν αὐτοῦ Πενθίλον, καὶ προελθεῖν μέχρι Θρᾴκης ἑξήκοντα ἔτεσι τῶν Τρωικῶν ὕστερον, ὑπʼ αὐτὴν τὴν τῶν Ἡρακλειδῶν εἰς Πελοπόννησον κάθοδον· εἶτʼ Ἀρχέλαον υἱὸν ἐκείνου περαιῶσαι τὸν Αἰολικὸν στόλον εἰς τὴν νῦν Κυζικηνὴν τὴν περὶ τὸ Δασκύλιον· Γρᾶν δὲ τὸν υἱὸν τούτου τὸν νεώτατον προελθόντα μέχρι τοῦ Γρανίκου ποταμοῦ καὶ παρεσκευασμένον ἄμεινον περαιῶσαι τὸ πλέον τῆς στρατιᾶς εἰς Λέσβον καὶ κατασχεῖν αὐτήν· Κλεύην δὲ τὸν Δώρου καὶ Μαλαόν, καὶ αὐτοὺς ἀπογόνους ὄντας Ἀγαμέμνονος, συναγαγεῖν μὲν τὴν στρατιὰν κατὰ τὸν αὐτὸν χρόνον καθʼ ὃν καὶ Πενθίλος, ἀλλὰ τὸν μὲν τοῦ Πενθίλου στόλον φθῆναι

p.817
περαιωθέντα ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν, τούτους δὲ περὶ τὴν Λοκρίδα καὶ τὸ Φρίκιον ὄρος διατρῖψαι πολὺν χρόνον, ὕστερον δὲ διαβάντας κτίσαι τὴν Κύμην τὴν Φρικωνίδα κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους.

τῶν Αἰολέων τοίνυν καθʼ ὅλην σκεδασθέντων τὴν χώραν, ἣν ἔφαμεν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι Τρωικήν, οἱ ὕστερον οἱ μὲν πᾶσαν Αἰολίδα προσαγορεύουσιν οἱ δὲ μέρος, καὶ Τροίαν οἱ μὲν ὅλην οἱ δὲ μέρος αὐτῆς, οὐδὲν ὅλως ἀλλήλοις ὁμολογοῦντες. εὐθὺς γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρῳάδος, Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπʼ ἔλαττον τοὺς ὅρους, Δαμάστης δʼ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου· καὶ γὰρ οὗτος μὲν ἕως Λεκτοῦ προάγει, ἄλλοι δʼ ἄλλως· Χάρων δʼ ὁ Λαμψακηνὸς τριακοσίους ἄλλους ἀφαιρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος (τοσοῦτοι γάρ εἰσιν ἀπὸ Παρίου εἰς Πράκτιον), ἕως μέντοι Ἀτραμυττίου πρόεισι· Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης, ἄλλοι δʼ ἄλλως.

τοπογραφεῖ δὲ κάλλιστα τὴν ὄντως λεγομένην Τροίαν ἡ τῆς Ἴδης θέσις, ὄρους ὑψηλοῦ βλέποντος πρὸς δύσιν καὶ τὴν ταύτῃ θάλατταν, μικρὰ δʼ ἐπιστρέφοντος καὶ πρὸς ἄρκτον καὶ τὴν ταύτῃ παραλίαν. ἔστι δὲ αὕτη μὲν τῆς Προποντίδος ἀπὸ τῶν περὶ Ἄβυδον στενῶν ἐπὶ τὸν Αἴσηπον καὶ τὴν Κυζικηνήν· ἡ δʼ ἑσπερία θάλαττα ὅ τε Ἑλλήσποντός ἐστιν ὁ ἔξω καὶ τὸ Αἰγαῖον πέλαγος. πολλοὺς δʼ ἔχουσα πρόποδας ἡ Ἴδη καὶ σκολοπενδρώδης οὖσα τὸ σχῆμα ἐσχάτοις ἀφορίζεται τούτοις, τῷ τε περὶ τὴν Ζέλειαν ἀκρωτηρίῳ καὶ τῷ

p.818
καλουμένῳ Λεκτῷ, τῷ μὲν τελευτῶντι εἰς τὴν μεσόγαιαν μικρὸν ὑπὲρ τῆς Κυζικηνῆς (καὶ δὴ καὶ ἔστι νῦν ἡ Ζέλεια τῶν Κυζικηνῶν)· τὸ δὲ Λεκτὸν εἰς τὸ πέλαγος καθήκει τὸ Αἰγαῖον ἐν παράπλῳ κείμενον τοῖς ἐκ Τενέδου πλέουσιν εἰς Λέσβον.
  1. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
  2. Λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα
[*](Hom. Il. 14.283) ὕπνος καὶ Ἥρα, τοῖς οὖσιν οἰκείως τοῦ ποιητοῦ φράζοντος τὸ Λεκτόν· καὶ γὰρ ὅτι τῆς Ἴδης ἐστὶ τὸ Λεκτὸν καὶ διότι πρώτη ἀπόβασις ἐκ θαλάττης αὕτη τοῖς ἐπὶ τὴν Ἴδην ἀνιοῦσιν, εἴρηκεν ὀρθῶς[*](post ὀρθῶς· καὶ τὸ πολυπίδακον· εὐυδρότατον γὰρ κατὰ ταῦτα μάλιστα τὸ ὄρος. δηλοῖ δὲ τὸ πλῆθος τῶν ποταμῶν.ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλαδε προρέουσι.Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τεκαὶ οἱ ἑξῆς, οὓς ἐκεῖνος εἴρηκε καὶ ἡμῖν νυνὶ πάρεστιν ὁρᾶν. Hom. Il. 12.19). τοὺς δὴ πρόποδας τοὺς ἐσχάτους ἐφʼ ἑκάτερα φράζων οὕτως τὸ Λεκτὸν καὶ τὴν Ζέλειαν, οἰκείως τούτων ἀκρώρειαν ἀφορίζει Γάργαρον, ἄκρον λέγων· καὶ γὰρ καὶ νῦν Γάργαρον ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης δείκνυται τόπος, ἀφʼ οὗ τὰ νῦν Γάργαρα πόλις Αἰολική. ἐντὸς μὲν οὖν τῆς Ζελείας καὶ τοῦ Λεκτοῦ πρῶτά ἐστιν ἀπὸ τῆς Προποντίδος ἀρξαμένοις τὰ μέχρι τῶν κατʼ Ἄβυδον στενῶν, εἶτʼ ἔξω τῆς Προποντίδος τὰ μέχρι Λεκτοῦ.

κάμψαντι δὲ τὸ Λεκτὸν ἀναχεῖται κόλπος μέγας, ὃν ἡ Ἴδη ποιεῖ πρὸς τὴν ἤπειρον ἀποχωροῦσα ἀπὸ τοῦ Λεκτοῦ, καὶ αἱ Κάναι, τὸ ἐκ θατέρου μέρους ἀντικείμενον ἀκρωτήριον τῷ Λεκτῷ· καλοῦσι δʼ οἱ μὲν Ἰδαῖον κόλπον, οἱ δʼ Ἀδραμυττηνόν. ἐν τούτῳ δὲ αἱ τῶν Αἰολέων πόλεις μέχρι τῶν ἐκβολῶν τοῦ Ἕρμου, καθάπερ εἰρήκαμεν. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν, ὅτι τοῖς ἐκ Βυζαντίου πλέουσι πρὸς νότον ἐπʼ εὐθείας ἐστὶν ὁ πλοῦς, πρῶτον ἐπὶ Σηστὸν καὶ Ἄβυδον διὰ μέσης τῆς Προποντίδος, ἔπειτα τῆς παραλίας τῆς Ἀσίας μέχρι

p.819
Καρίας. ταύτην δὴ φυλάττοντας χρὴ τὴν ὑπόθεσιν ἀκούειν τῶν ἑξῆς, κἂν λέγωμεν κόλπους τινὰς ἐν τῇ παραλίᾳ, τάς τε ἄκρας δεῖ νοεῖν τὰς ποιούσας αὐτοὺς ἐπὶ τῆς αὐτῆς γραμμῆς κειμένας ὥσπερ τινὸς μεσημβρινῆς.

ἐκ δὴ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων εἰκάζουσιν οἱ φροντίσαντες περὶ τούτων πλέον τι, πᾶσαν τὴν παραλίαν ταύτην ὑπὸ τοῖς Τρωσὶ γεγονέναι, διῃρημένην μὲν εἰς δυναστείας ἐννέα, ὑπὸ δὲ τῷ Πριάμῳ τεταγμένην κατὰ τὸν Ἰλιακὸν πόλεμον καὶ λεγομένην Τροίαν· δῆλον δὲ ἐκ τῶν κατὰ μέρος. οἱ γὰρ περὶ τὸν Ἀχιλλέα τειχήρεις ὁρῶντες τοὺς Ἰλιέας κατʼ ἀρχάς, ἔξω ποιεῖσθαι τὸν πόλεμον ἐπεχείρησαν καὶ περιιόντες ἀφαιρεῖσθαι τὰ κύκλῳ

  1. δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
  2. πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον.
[*](Hom. Il. 9.328) Τροίαν γὰρ λέγει τὴν πεπορθημένην ἤπειρον· πεπόρθηται δὲ σὺν ἄλλοις τόποις καὶ τὰ ἀντικείμενα τῇ Λέσβῳ τὰ περὶ Θήβην καὶ Λυρνησσὸν καὶ Πήδασον τὴν τῶν Λελέγων καὶ ἔτι ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου παιδός
  1. ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ
[*](Hom. Od. 11.518) ὁ Νεοπτόλεμος ἥρω Εὐρύπυλον. ταῦτα δὴ πεπορθῆσθαι λέγει καὶ αὐτὴν τὴν Λέσβον
  1. ὅτε Λέσβον ἐυκτιμένην ἕλεν αὐτός.
[*](Hom. Il. 9.129) καὶ
  1. πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον
[*](Hom. Il. 20.92) καὶ
  1. Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης.
[*](Hom. Il. 2.691) ἐκ μὲν Λυρνησσοῦ ἡ Βρισηὶς ἑάλω
  1. τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο.
[*](Hom. Il. 2.690) ἧς ἐν τῇ ἁλώσει τὸν Μύνητα[*](post Μύνητα· καὶ τὸν Ἐπίστροφον) πεσεῖν φησιν, ὡς ἡ Βρισηὶς θρηνοῦσα τὸν Πάτροκλον δηλοῖ
  1. οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
  2. ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
  3. p.820
  4. κλαίειν.
[*](Hom. Il. 19.295) ἐμφαίνει γὰρ τὴν Λυρνησσὸν λέγων πόλιν θείοιο Μύνητος, ὡς ἂν δυναστευομένην ὑπʼ αὐτοῦ, καὶ ἐνταῦθα πεσεῖν αὐτὸν μαχόμενον. ἐκ δὲ τῆς Θήβης ἡ Χρυσηὶς ἐλήφθη
  1. ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος.
[*](Hom. Il. 1.366) ἐκ δὲ τῶν ἀχθέντων ἐκεῖθεν φησὶν εἶναι τὴν Χρυσηίδα. ἐνθένδε δʼ ἦν καὶ ἡ Ἀνδρομάχη.
  1. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος,
  2. Ἠετίων, ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  3. Θήβῃ ὑποπλακίῃ, Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων.
[*](Hom. Il. 6.395) δευτέρα οὖν αὕτη δυναστεία Τρωικὴ μετὰ τὴν ὑπὸ Μύνητι. οἰκείως δὲ τούτοις καὶ τὸ ὑπὸ τῆς Ἀνδρομάχης λεχθὲν οὕτως
  1. Ἕκτορ, ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
  2. ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου ἐνὶ οἴκῳ,
  3. αὐτὰρ ἐγὼ Θήβῃσιν,
[*](Hom. Il. 22.477) οὐκ οἴονται δεῖν ἐξ εὐθείας ἀκούειν[*](post ἀκούειν· σὺ μὲν ἐν Τροίῃ, αὐτὰρ ἐγὼ Θήβῃσιν ἢ Θήβηθεν), ἀλλὰ καθʼ ὑπερβατόν ἀμφότεροι ἐν Τροίῃ, σὺ μὲν Πριάμου ἐνὶ οἴκῳ, αὐτὰρ ἐγὼ Θήβῃσι. τρίτη δʼ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική,
  1. Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει.
[*](Hom. Il. 21.86) οὗ τῇ θυγατρὶ συνελθὼν Πρίαμος γεννᾷ τὸν Λυκάονα καὶ Πολύδωρον. καὶ μὴν οἵ γε ὑπὸ τῷ Ἕκτορι ἐν τῷ καταλόγῳ ταττόμενοι λέγονται Τρῶες
  1. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ.
[*](Hom. Il. 2.816) εἶθʼ οἱ ὑπὸ τῷ Αἰνείᾳ
  1. Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο
[*](Hom. Il. 2.819) καὶ οὗτοι Τρῶες· φησὶ γοῦν
  1. Αἰνεία, Τρώων βουληφόρε.
[*](Hom. Il. 20.83) εἶθʼ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καὶ αὐτοὺς καλεῖ Τρῶας·
  1. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης,
  2. ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο,
  3. Τρῶες· τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός,
  4. Πάνδαρος.
[*](Hom. Il. 2.824) ἕκτη δʼ αὕτη δυναστεία. καὶ μὴν οἵ γε μεταξὺ τοῦ Αἰσήπου καὶ Ἀβύδου Τρῶες· ὑπὸ μὲν γὰρ τῷ Ἀσίῳ ἐστὶ τὰ περὶ Ἄβυδον
  1. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο,
  2. καὶ Σηστὸν
    p.821
    καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
  3. τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος.
[*](Hom. Il. 2.835) ἀλλʼ ἐν Ἀβύδῳ μὲν υἱὸς τοῦ Πριάμου διέτριβεν, ἵππους νέμων, πατρῴας δηλονότι
  1. ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,
  2. ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
[*](Hom. Il. 4.499) ἐν δὲ Περκώτῃ υἱὸς Ἱκετάονος ἐβουνόμει οὐκ ἀλλοτρίας οὐδʼ οὗτος βοῦς
  1. πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν,
  2. ἴφθιμον Μελάνιππον· ὁ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
  3. βόσκʼ ἐν Περκώτῃ.
[*](Hom. Il. 15.546) ὥστε καὶ αὕτη ἂν εἴη Τρῳὰς καὶ ἡ ἐφεξῆς ἕως Ἀδραστείας· ἦρχον γὰρ αὐτῆς
  1. υἷε δύω Μέροπος Περκωσίου.
[*](Hom. Il. 2.831) πάντες μὲν δὴ Τρῶες οἱ ἀπὸ Ἀβύδου μέχρι Ἀδραστείας, δίχα μέντοι διῃρημένοι, οἱ μὲν ὑπὸ τῷ Ἀσίῳ οἱ δʼ ὑπὸ τοῖς Μεροπίδαις· καθάπερ καὶ ἡ τῶν Κιλίκων διττή, ἡ μὲν Θηβαϊκὴ ἡ δὲ Λυρνησσίς· ἐν αὐτῇ δʼ ἂν λεχθείη ἡ ὑπὸ Εὐρυπύλῳ ἐφεξῆς οὖσα τῇ Λυρνησσίδι. ὅτι δὲ τούτων ἁπάντων ἦρχεν ὁ Πρίαμος οἱ τοῦ Ἀχιλλέως λόγοι πρὸς τὸν Πρίαμον σαφῶς ἐμφανίζουσι
  1. καί σε, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι,
  2. ὅσσον Λέσβος ἄνω Μάκαρος πόλις ἐντὸς ἐέργει,
  3. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων.
[*](Hom. Il. 24.534)