Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

καὶ τοῦτο δὲ Μηδικὸν τὸ βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ὀρείοις· μᾶλλον δὲ τὸ τοῖς βασιλεῦσιν πολλὰς εἶναι γυναῖκας· τοῖς

p.740
δʼ ὀρείοις τῶν Μήδων καὶ πᾶσιν ἔθος τοῦτο, ἐλάττους δὲ τῶν πέντε οὐκ ἔξεστιν· ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας, τῶν πέντε δὲ ἐλάττους συμφορὰν ἡγεῖσθαι. τῆς δʼ ἄλλης Μηδίας εὐδαιμονούσης τελέως λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινή· σιτοῦνται γοῦν ἀπὸ ἀκροδρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ἀπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρτους, ἐκ δὲ ῥιζῶν τινων οἶνον ἐκθλίβουσι, κρέασι δὲ χρῶνται θηρείοις, ἥμερα δὲ οὐ τρέφουσι θρέμματα. τοσαῦτα καὶ περὶ Μήδων φαμέν· περὶ δὲ τῶν νομίμων κοινῇ τῆς συμπάσης Μηδίας, ἐπειδὴ ταὐτὰ τοῖς Περσικοῖς γεγένηται διὰ τὴν τῶν Περσῶν ἐπικράτειαν, ἐν τῷ περὶ ἐκείνων λόγῳ φήσομεν.

τῆς δʼ Ἀρμενίας τὰ μὲν νότια προβέβληται τὸν Ταῦρον, διείργοντα αὐτὴν ἀφʼ ὅλης τῆς μεταξὺ Εὐφράτου καὶ τοῦ Τίγριος, ἣν Μεσοποταμίαν καλοῦσι, τὰ δὲ ἑωθινὰ τῇ Μηδίᾳ συνάπτει τῇ μεγάλῃ καὶ τῇ Ἀτροπατηνῇ· προσάρκτια δέ ἐστι τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης ὄρη τὰ τοῦ Παραχοάθρα καὶ Ἀλβανοὶ καὶ Ἴβηρες καὶ ὁ Καύκασος ἐγκυκλούμενος τὰ ἔθνη ταῦτα καὶ συνάπτων τοῖς Ἀρμενίοις, συνάπτων δὲ καὶ τοῖς Μοσχικοῖς ὄρεσι καὶ Κολχικοῖς μέχρι τῶν καλουμένων Τιβαρανῶν· ἀπὸ δὲ τῆς ἑσπέρας ταῦτά ἐστι τὰ ἔθνη καὶ ὁ Παρυάδρης καὶ ὁ Σκυδίσης μέχρι τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας, ἣ διείργει τὴν Ἀρμενίαν ἀπὸ τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς.

ὁ γὰρ Εὐφράτης ἀπὸ τῆς βορείου πλευρᾶς τοῦ Ταύρου τὰς ἀρχὰς ἔχων τὸ μὲν πρῶτον ῥεῖ πρὸς δύσιν διὰ τῆς Ἀρμενίας, εἶτʼ ἐπιστρέφει πρὸς νότον καὶ διακόπτει τὸν Ταῦρον μεταξὺ τῶν Ἀρμενίων τε καὶ

p.741
Καππαδόκων καὶ Κομμαγηνῶν, ἐκπεσὼν δʼ ἔξω καὶ γενόμενος κατὰ τὴν Συρίαν ἐπιστρέφει πρὸς χειμερινὰς ἀνατολὰς μέχρι Βαβυλῶνος καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς τὸν Τίγριν· ἀμφότεροι δὲ τελευτῶσιν εἰς τὸν Περσικὸν κόλπον. τὰ μὲν δὴ κύκλῳ τοιαῦτα, ὀρεινὰ σχεδόν τι πάντα καὶ τραχέα πλὴν τῶν πρὸς τὴν Μηδίαν κεκλιμένων ὀλίγων. πάλιν δὲ τοῦ λεχθέντος Ταύρου τὴν ἀρχὴν λαμβάνοντος ἀπὸ τῆς περαίας τῶν Κομμαγηνῶν καὶ τῶν Μελιτηνῶν ἣν ὁ Εὐφράτης ποιεῖ, Μάσιον μέν ἐστι τὸ ὑπερκείμενον ὄρος τῶν ἐν τῇ Μεσοποταμίᾳ Μυγδόνων ἐκ νότου, ἐν οἷς ἡ Νίσιβίς ἐστιν· ἐκ δὲ τῶν πρὸς ἄρκτον μερῶν ἡ Σωφηνὴ κεῖται μεταξὺ τοῦ τε Μασίου καὶ τοῦ Ἀντιταύρου. οὗτος δʼ ἀπὸ τοῦ Εὐφράτου καὶ τοῦ Ταύρου τὴν ἀρχὴν λαβὼν τελευτᾷ πρὸς τὰ ἑῷα τῆς Ἀρμενίας ἀπολαμβάνων μέσην τὴν Σωφηνήν, ἐκ θατέρου δὲ μέρους ἔχων τὴν Ἀκιλισηνὴν μεταξὺ ἱδρυμένην τοῦ Ταύρου τε καὶ τῆς τοῦ Εὐφράτου ποταμίας πρὶν ἢ κάμπτειν αὐτὴν ἐπὶ νότον. βασίλειον δὲ τῆς Σωφηνῆς Καρκαθιόκερτα. τοῦ δὲ Μασίου ὑπέρκειται πρὸς ἕω πολὺ κατὰ τὴν Γορδυηνὴν ὁ Νιφάτης, εἶθʼ ὁ Ἄβος, ἀφʼ οὗ καὶ ὁ Εὐφράτης ῥεῖ καὶ ὁ Ἀράξης, ὁ μὲν πρὸς δύσιν ὁ δὲ πρὸς ἀνατολάς· εἶθʼ ὁ Νίβαρος μέχρι τῆς Μηδίας παρατείνει.

ὁ μὲν οὖν Εὐφράτης εἴρηται ὃν τρόπον ῥεῖ· ὁ δὲ Ἀράξης πρὸς τὰς ἀνατολὰς ἐνεχθεὶς μέχρι τῆς Ἀτροπατηνῆς κάμπτει πρὸς δύσιν καὶ πρὸς ἄρκτους καὶ παραρρεῖ τὰ Ἄζαρα πρῶτον, εἶτʼ Ἀρτάξατα, πόλεις Ἀρμενίων· ἔπειτα διὰ τοῦ Ἀραξηνοῦ πεδίου πρὸς τὸ Κάσπιον ἐκδίδωσι πέλαγος.

ἐν αὐτῇ δὲ τῇ Ἀρμενίᾳ πολλὰ μὲν ὄρη πολλὰ δὲ ὀροπέδια, ἐν οἷς οὐδʼ ἄμπελος φύεται ῥᾳδίως, πολλοὶ δʼ αὐλῶνες οἱ μὲν μέσως οἱ δὲ καὶ σφόδρα εὐδαίμονες

p.742
καθάπερ τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ ὁ Ἀράξης ποταμὸς ῥέων εἰς τὰ ἄκρα τῆς Ἀλβανίας καὶ τὴν Κασπίαν ἐκπίπτει θάλατταν, καὶ μετὰ ταῦτα ἡ Σακασηνὴ καὶ αὐτὴ τῇ Ἀλβανίᾳ πρόσχωρος καὶ τῷ Κύρῳ ποταμῷ, εἶθʼ ἡ Γωγαρηνή· πᾶσα γὰρ ἡ χώρα αὕτη καρποῖς τε καὶ τοῖς ἡμέροις δένδρεσι καὶ τοῖς ἀειθαλέσι πληθύει, φέρει δὲ καὶ ἐλαίαν. ἔστι δὲ καὶ ἡ Φαυηνὴ τῆς Ἀρμενίας ἐπαρχία καὶ ἡ Κωμισηνὴ καὶ Ὀρχιστηνὴ πλείστην ἱππείαν παρέχουσα· ἡ δὲ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορρόταταί εἰσι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τοῖς Καυκασίοις ὄρεσι καὶ τῇ Ἰβηρίᾳ καὶ τῇ Κολχίδι· ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας ἐν τῇ χιόνι καταπίνεσθαι νιφετῶν γινομένων ἐπὶ πλέον· ἔχειν δὲ καὶ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους, ἃς παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν ἀναπνοῆς τε χάριν καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν ὥστε βοηθείας τυγχάνειν, ἀνορύττεσθαι καὶ σώζεσθαι. ἐν δὲ τῇ χιόνι βώλους πήγνυσθαί φασι κοίλας περιεχούσας χρηστὸν ὕδωρ ὡς ἐν χιτῶνι, καὶ ζῷα δὲ ἐν αὐτῇ γεννᾶσθαι· καλεῖ δὲ σκώληκας Ἀπολλωνίδης, Θεοφάνης δὲ θρῖπας· κἀν τούτοις ἀπολαμβάνεσθαι χρηστὸν ὕδωρ, περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι· τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.