Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
Μύκονος δʼ ἐστὶν ὑφʼ ᾗ μυθεύουσι κεῖσθαι τῶν γιγάντων τοὺς ὑστάτους ὑφʼ Ἡρακλέους καταλυθέντας, ἀφʼ ὧν ἡ παροιμία πάνθʼ ὑπὸ μίαν Μύκονον ἐπὶ τῶν ὑπὸ μίαν ἐπιγραφὴν ἀγόντων καὶ τὰ διηρτημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ.
Σέριφος δʼ ἐστὶν ἐν ᾗ τὰ περὶ τὸν Δίκτυν μεμύθευται τὸν ἀνελκύσαντα τὴν λάρνακα τοῖς δικτύοις τὴν περιέχουσαν τὸν Περσέα καὶ τὴν μητέρα Δανάην, καταπεποντωμένους ὑπʼ Ἀκρισίου τοῦ πατρὸς τῆς Δανάης· τραφῆναί τε γὰρ ἐνταῦθα τὸν Περσέα φασί, καὶ κομίσαντα τὴν τῆς Γοργόνος κεφαλήν, δείξαντα τοῖς Σεριφίοις ἀπολιθῶσαι πάντας· τοῦτο δὲ πρᾶξαι τιμωροῦντα τῇ μητρί, ὅτι αὐτὴν Πολυδέκτης ὁ βασιλεὺς ἄκουσαν ἄγεσθαι προείλετο πρὸς γάμον συμπραττόντων ἐκείνων. οὕτω δʼ ἐστὶ πετρώδης ἡ νῆσος ὥστε ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν αὐτήν φασιν οἱ κωμῳδοῦντες.