Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
ταῦτα μὲν τὰ περὶ τοὺς ἔρωτας νόμιμα. ἄρχοντας δὲ δέκα αἱροῦνται· περὶ δὲ τῶν μεγίστων συμβούλοις χρῶνται τοῖς γέρουσι καλουμένοις· καθίστανται δʼ εἰς τοῦτο τὸ συνέδριον οἱ τῆς τῶν κόσμων ἀρχῆς ἠξιωμένοι καὶ τἆλλα δόκιμοι κρινόμενοι. ἀξίαν δʼ ἀναγραφῆς τὴν τῶν Κρητῶν πολιτείαν ὑπέλαβον διά τε τὴν ἰδιότητα καὶ τὴν δόξαν· οὐ πολλὰ δὲ διαμένει τούτων τῶν νομίμων, ἀλλὰ τοῖς Ῥωμαίων διατάγμασι τὰ πλεῖστα διοικεῖται, καθάπερ καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις συμβαίνει.
περὶ δὲ τὴν Κρήτην εἰσὶ νῆσοι, Θήρα μὲν ἡ τῶν Κυρηναίων μητρόπολις, ἄποικος Λακεδαιμονίων, καὶ πλησίον ταύτης Ἀνάφη, ἐν ᾗ τὸ τοῦ Αἰγλήτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ καὶ Καλλίμαχος τοτὲ μὲν οὕτως
[*](Callinus fr. 113 (Schneider))τοτὲ δὲ τῆς Θήρας μνησθείς
- Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ,
[*](Callinus fr. 112 (Schneider))ἔστι δὲ μακρὰ ἡ Θήρα, διακοσίων οὖσα τὴν περίμετρον σταδίων, κειμένη δὲ κατὰ Δίαν νῆσον τὴν πρὸς Ἡρακλείῳ τῷ Κνωσσίῳ, διέχει δὲ τῆς Κρήτης εἰς ἑπτακοσίους· πλησίον δʼ αὐτῆς ἥ τε Ἀνάφη καὶ Θηρασία. ταύτης δʼ εἰς ἑκατὸν ἀπέχει νησίδιον Ἴος, ἐν ᾧ κεκηδεῦσθαί τινές φασι τὸν ποιητὴν Ὅμηρον· ἀπὸ δὲ τῆς Ἴου πρὸς ἑσπέραν ἰόντι Σίκινος καὶ Λάγουσα καὶ Φολέγανδρος, ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα· ἐγγὺς δὲ τούτων Κίμωλος, ὅθεν ἡ γῆ ἡ Κιμωλία· ἔνθεν ἡ Σίφνος ἐν ὄψει ἐστίν, ἐφʼ ᾗ λέγουσι Σίφνιον ἀστράγαλον διὰ τὴν εὐτέλειαν. ἔτι δʼ ἐγγυτέρω καὶ τῆς Κιμώλου καὶ τῆς Κρήτης ἡ Μῆλος ἀξιολογωτέρα τούτων, διέχουσα τοῦ Ἑρμιονικοῦ
- μήτηρ εὐίππου πατρίδος ἡμετέρης.
ἡ μὲν οὖν Δῆλος ἐν πεδίῳ κειμένην ἔχει τὴν πόλιν καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ Λητῷον· ὑπέρκειται δὲ τῆς πόλεως ὄρος ψιλὸν ὁ Κύνθος καὶ τραχύ, ποταμὸς δὲ διαρρεῖ τὴν νῆσον Ἰνωπὸς οὐ μέγας· καὶ γὰρ ἡ νῆσος μικρά. τετίμηται δὲ ἐκ παλαιοῦ διὰ τοὺς θεοὺς ἀπὸ τῶν ἡρωικῶν χρόνων ἀρξαμένη· μυθεύεται γὰρ ἐνταῦθα ἡ Λητὼ τὰς ὠδῖνας ἀποθέσθαι τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος.
φησὶν ὁ Πίνδαρος
- ἦν γὰρ τοπάροιθε φορητά
[*](Pind. Fr. 58 (Bergk))ἔνδοξον δʼ ἐποίησαν αὐτὴν αἱ περιοικίδες νῆσοι, καλούμεναι Κυκλάδες, κατὰ τιμὴν πέμπουσαι δημοσίᾳ θεωρούς τε καὶ θυσίας καὶ χοροὺς παρθένων πανηγύρεις τε ἐν αὐτῇ συνάγουσαι μεγάλας.
- κυμάτεσσιν παντοδαπῶν τʼ ἀνέμων
- ῥιπαῖσιν· ἀλλʼ ἁ Κοιογενὴς ὁπότʼ ὠδίνεσσι θύοισʼ
- ἀγχιτόκοις ἐπέβα νιν, δὴ τότε τέσσαρες ὀρθαὶ
- πρέμνων ἀπώρουσαν χθονίων,
- ἂν δʼ ἐπικράνοις σχέθον πέτραν ἀδαμαντοπέδιλοι
- κίονες· ἔνθα τεκοῖσʼ εὐδαίμονʼ ἐπόψατο γένναν.