Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

Ἀλλὰ μὴν ταῦτά γε πάντα ὁ ποιητὴς Ὀδυσσεῖ προσῆψεν, ὃν τῶν πάντων μάλιστα ἀρετῇ πάσῃ κοσμεῖ· οὗτος γὰρ αὐτῷ πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, [*](post ἔγνω· οὗτός τε ὁ εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.) οὗτος δʼ ὁ πτολίπορθος ἀεὶ λεγόμενος καὶ τὸ Ἴλιον ἑλὼν βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ· τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, φησὶν ὁ Διομήδης. καὶ μὴν ἐπί γε τῇ γεωργίᾳ σεμνύνεται· καὶ γὰρ ἐν ἀμητῷ ἐν ποίῃ δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις καὶ ἐν ἀρότῳ, τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. καὶ οὐχ Ὅμηρος μὲν οὕτω φρονεῖ περὶ τούτων οὐχὶ δὲ πάντες οἱ πεπαιδευμένοι μάρτυρι χρῶνται τῷ ποιητῇ ὡς ὀρθῶς λέγοντι περὶ τοῦ τὴν τοιαύτην ἐμπειρίαν εἰς φρόνησιν συντείνειν μάλιστα.

̔η δὲ ῥητορικὴ φρόνησίς ἐστι δήπου περὶ λόγους, ἣν ἐπιδείκνυται παρʼ ὅλην τὴν ποίησιν Ὀδυσσεὺς ἐν τῇ διαπείρᾳ, ἐν ταῖς λιταῖς, ἐν τῇ πρεσβείᾳ, ἐν ᾗ φησίν ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτʼ Ὀδυσῆί γʼ ἐρίσσειε βροτὸς ἄλλος. τίς ἂν οὖν ὑπολάβοι

p.22
τὸν δυνάμενον ποιητὴν εἰσάγειν ῥητορεύοντας ἑτέρους καὶ στρατηγοῦντας καὶ τὰ ἄλλα ἐπιδεικνυμένους τὰ τῆς ἀρετῆς ἔργα αὐτὸν εἶναι τῶν φλυάρων ἕνα καὶ τῶν θαυματοποιῶν, γοητεύειν μόνον καὶ κολακεύειν τὸν ἀκροατὴν δυνάμενον, ὠφελεῖν δὲ μηδέν; προτέραν δʼ οὐδʼ ἀρετὴν ποιητοῦ λέγοιμεν ἂν ἡντινοῦν ἄλλην ἢ τὴν μιμητικὴν τοῦ βίου διὰ λόγων. πῶς ἂν οὖν μιμοῖτο ἄπειρος ὢν τοῦ βίου καὶ ἄφρων; οὐ γὰρ οὕτω φαμὲν τὴν τῶν ποιητῶν ἀρετὴν ὡσεὶ τεκτόνων ἢ χαλκέων· ἀλλʼ ἐκείνη μὲν οὐδενὸς ἔχεται καλοῦ καὶ σεμνοῦ, ἡ δὲ ποιητοῦ συνέζευκται τῇ τοῦ ἀνθρώπου, καὶ οὐχ οἷόν τε ἀγαθὸν γενέσθαι ποιητὴν μὴ πρότερον γενηθέντα ἄνδρα ἀγαθόν.

τὸ δὲ δὴ καὶ τὴν ῥητορικὴν ἀφαιρεῖσθαι τὸν ποιητὴν τελέως ἀφειδοῦντος ἡμῶν ἐστι. τί γὰρ οὕτω ῥητορικὸν ὡς φράσις; τί δʼ οὕτω ποιητικόν; τίς δʼ ἀμείνων Ὁμήρου φράσαι; νὴ Δία, ἀλλʼ ἑτέρα φράσις ἡ ποιητική. τῷ γε εἴδει, ὡς καὶ ἐν αὐτῇ τῇ ποιητικῇ ἡ τραγικὴ καὶ ἡ κωμική, καὶ ἐν τῇ πεζῇ ἡ ἱστορικὴ καὶ ἡ δικανική. ἆρα γὰρ οὐδʼ ὁ λόγος ἐστὶ γενικός, οὗ εἴδη ὁ ἔμμετρος καὶ ὁ πεζός; ἢ λόγος μέν, ῥητορικὸς δὲ λόγος οὐκ ἔστι γενικὸς καὶ φράσις καὶ ἀρετὴ λόγου; ὡς δʼ εἰπεῖν, ὁ πεζὸς λόγος, ὅ γε κατεσκευασμένος, μίμημα τοῦ ποιητικοῦ ἐστι. πρώτιστα γὰρ ἡ ποιητικὴ κατασκευὴ παρῆλθεν εἰς τὸ μέσον καὶ εὐδοκίμησεν· εἶτα ἐκείνην μιμούμενοι, λύσαντες τὸ μέτρον, τἆλλα δὲ φυλάξαντες τὰ ποιητικά, συνέγραψαν οἱ περὶ Κάδμον καὶ Φερεκύδη καὶ Ἑκαταῖον· εἶτα οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτων εἰς τὸ νῦν εἶδος κατήγαγον ὡς ἂν ἀπὸ ὕψους τινός· καθάπερ ἄν τις καὶ τὴν κωμῳδίαν φαίη λαβεῖν τὴν σύστασιν ἀπὸ τῆς τραγῳδίας καὶ τοῦ κατʼ αὐτὴν ὕψους καταβιβασθεῖσαν εἰς

p.23
τὸ λογοειδὲς νυνὶ καλούμενον. καὶ τὸ ἀείδειν δὲ ἀντὶ τοῦ φράζειν τιθέμενον παρὰ τοῖς πάλαι ταὐτὸ τοῦτο ἐκμαρτυρεῖ, διότι πηγὴ καὶ ἀρχὴ φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπῆρξεν ἡ ποιητική. αὕτη γὰρ προσεχρήσατο τῷ μέλει κατὰ τὰς ἐπιδείξεις· τοῦτο δʼ ἦν ᾠδὴ ἢ λόγος μεμελισμένος, ἀφʼ οὗ δὴ ῥαψῳδίαν τʼ ἔλεγον καὶ τραγῳδίαν καὶ κωμῳδίαν. ὥστʼ ἐπειδὴ τὸ φράζειν πρώτιστα ἐπὶ τῆς ποιητικῆς ἐλέγετο φράσεως, αὕτη δὲ μετʼ ᾠδῆς * τὸ ἀείδειν αὐτοῖς τὸ αὐτὸ τῷ φράζειν ὑπῆρξε παρʼ ἐκείνοις. καταχρησαμένων δʼ αὐτῶν θατέρῳ καὶ ἐπὶ τοῦ πεζοῦ λόγου, καὶ ἐπὶ θάτερον ἡ κατάχρησις διέβη. καὶ αὐτὸ δὲ τὸ πεζὸν λεχθῆναι τὸν ἄνευ τοῦ μέτρου λόγον ἐμφαίνει τὸν ἀπὸ ὕψους τινὸς καταβάντα καὶ ὀχήματος εἰς τοὔδαφος.