Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

καὶ αὐτὸς δὲ ὑπονοήσας τοῦτο ὁ Ἐρατοσθένης, ὑπολάβοι τις ἄν, φησί, τὸν ποιητὴν βούλεσθαι μὲν ἐν τοῖς προσεσπερίοις τόποις τὴν πλάνην τῷ Ὀδυσσεῖ ποιεῖν, ἀποστῆναι δʼ ἀπὸ τῶν ὑποκειμένων, τὰ μὲν οὐκ ἀκριβῶς πεπυσμένον, τὰ δὲ οὐδὲ προελόμενον οὕτως, ἀλλʼ ἐπὶ τὸ δεινότερον καὶ τὸ τερατωδέστερον ἕκαστα ἐξάγειν. τοῦτο μὲν αὐτὸ εὖ, τὸ δʼ οὗ χάριν τοῦτʼ ἐποίει κακῶς δεξάμενος· οὐ γὰρ φλυαρίας, ἀλλʼ ὠφελείας χάριν. ὥστε δίκαιός ἐστιν ὑπέχειν λόγον καὶ περὶ τούτου καὶ διότι φησὶ τὰ πόρρω τερατολογεῖσθαι μᾶλλον διὰ τὸ εὐκατάψευστον. πολλοστὸν γὰρ μέρος ἐστὶ τὰ πόρρω τερατολογούμενα τῶν ἐν τῇ Ἑλλάδι καὶ ἐγγὺς τῆς Ἑλλάδος· οἷα δὴ τὰ κατὰ τοὺς Ἡρακλέους ἄθλους καὶ Θησέως καὶ τὰ ἐν Κρήτῃ καὶ Σικελίᾳ μυθευόμενα καὶ ταῖς ἄλλαις νήσοις, καὶ τὰ περὶ τὸν Κιθαιρῶνα καὶ Ἑλικῶνα καὶ Παρνασσὸν καὶ Πήλιον καὶ τὴν Ἀττικὴν ὅλην καὶ Πελοπόννησον· οὐδείς τε ἐκ τῶν μύθων ἄγνοιαν αἰτιᾶται τῶν μυθοποιῶν. ἔτι δὲ ἐπεὶ οὐ πάντα μυθεύουσιν, ἀλλὰ πλείω προσμυθεύουσι, καὶ μάλιστα Ὅμηρος, ὁ ζητῶν τί οἱ παλαιοὶ προσμυθεύουσιν οὐ ζητεῖ, εἰ τὰ προσμυθευόμενα ὑπῆρξεν ἢ ἐστίν, ἀλλὰ καὶ μᾶλλον οἷς προσμυθεύεται τόποις ἢ προσώποις, περὶ ἐκείνων ζητεῖ τἀληθές, οἷον τὴν Ὀδυσσέως πλάνην, εἰ γέγονε καὶ ποῦ.

τὸ δʼ ὅλον οὐκ εὖ τὸ τὴν Ὁμήρου ποίησιν εἰς ἓν συνάγειν τῇ τῶν ἄλλων ποιητῶν εἴς τε τἆλλα καὶ εἰς

p.35
αὐτὰ τὰ νῦν προκείμενα τὰ τῆς γεωγραφίας καὶ μηδὲν αὐτῷ πρεσβεῖον ἀπονέμειν. καὶ γὰρ εἰ μηδὲν ἄλλο, τόν γε Τριπτόλεμον τὸν Σοφοκλέους ἢ τὸν ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου πρόλογον ἐπελθόντα καὶ παραβαλόντα τὴν Ὁμήρου περὶ τὰ τοιαῦτα ἐπιμέλειαν, ῥᾷον ἦν αἰσθέσθαι τὴν ὑπερβολὴν ἢ τὴν διαφοράν· ὅπου γὰρ χρεία τάξεως ὧν μέμνηται τόπων, φυλάττει τὴν τάξιν ὁμοίως μὲν τῶν Ἑλληνικῶν, ὁμοίως δὲ τῶν ἄπωθεν· Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον. Ἥρη δʼ ἀίξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα· ἐξ Ἀθόω δʼ ἐπὶ πόντον. καὶ ἐν τῷ καταλόγῳ τὰς μὲν πόλεις οὐκ ἐφεξῆς λέγει· οὐ γὰρ ἀναγκαῖον· τὰ δὲ ἔθνη ἐφεξῆς. ὁμοίως δὲ καὶ περὶ τῶν ἄπωθεν· Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην. ὅπερ καὶ Ἵππαρχος ἐπισημαίνεται. οἱ δʼ ἐφʼ ὧν τάξεως χρεία, ὁ μὲν τὸν Διόνυσον ἐπιόντα τὰ ἔθνη φράζων, ὁ δὲ τὸν Τριπτόλεμον τὴν κατασπειρομένην γῆν, τὰ μὲν πολὺ διεστῶτα συνάπτουσιν ἐγγύς, τὰ δὲ συνεχῆ διασπῶσι· λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη, τήν τε δύσχειμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα. τοιαῦτα δὲ καὶ ὁ Τριπτόλεμος ποιεῖ. κἀν τοῖς κλίμασι δὲ κἀν τοῖς ἀνέμοις διαφαίνει τὸ πολυμαθὲς τὸ περὶ τὴν γεωγραφίαν Ὅμηρος, ἐν ταῖς τοποθεσίαις λέγων ἅμα καὶ ταῦτα πολλαχοῦ· αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε. δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς βορέαν, αἱ δʼ αὖ πρὸς νότον. εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
p.36
εἴτʼ ἐπʼ ἀριστερά τοί γε ποτὶ ζόφον. καὶ μὴν τὴν ἄγνοιάν γε τῶν τοιούτων τελείαν ἡγεῖται σύγχυσιν τῶν ἁπάντων· ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, οὐδʼ ὅπῃ ἠέλιος. κἀνταῦθα δʼ εἰπόντος εὖ τοῦ ποιητοῦ βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, οὐκ εὖ δεξάμενος ὁ αὐτὸς συκοφαντεῖ ὡς καθόλου λέγοντος, ὅτι ὁ ζέφυρος ἐκ Θρᾴκης πνεῖ, ἐκείνου λέγοντος οὐ καθόλου, ἀλλʼ ὅταν κατὰ τὴν Θρᾳκίαν θάλατταν συμπέσωσι περὶ τὸν Μέλανα κόλπον αὐτοῦ τοῦ Αἰγαίου μέρος οὖσαν. ἐπιστροφὴν γὰρ λαμβάνει πρὸς νότον ἀκρωτηριάζουσα ἡ Θρᾴκη καθʼ ἃ συνάπτει τῇ Μακεδονίᾳ, καὶ προπίπτουσα εἰς τὸ πέλαγος τοὺς ζεφύρους ἐντεῦθεν πνέοντας ἀποφαίνει τοῖς ἐν Θάσῳ καὶ Λήμνῳ καὶ Ἴμβρῳ καὶ Σαμοθρᾴκῃ καὶ τῇ περὶ αὐτὰς θαλάττῃ, καθάπερ καὶ τῇ Ἀττικῇ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν, ἀφʼ ὧν καὶ Σκείρωνες καλοῦνται οἱ ζέφυροι, καὶ μάλιστα οἱ ἀργέσται. οὐκ ἐνόησε δὲ τοῦτο Ἐρατοσθένης, ὑπενόησε δʼ ὅμως. αὐτὸς γοῦν ἐξηγεῖται τὴν ἐπιστροφὴν ἣν λέγω τῆς χώρας· ὡς καθόλου οὖν δέχεται, εἶτʼ ἀπειρίαν αἰτιᾶται τοῦ ποιητοῦ, ὡς τοῦ ζεφύρου μὲν ἀπὸ τῆς ἑσπέρας πνέοντος καὶ τῆς Ἰβηρίας, τῆς δὲ Θρᾴκης ἐκεῖσε μὴ διατεινούσης. πότερον οὖν τὸν ζέφυρον ἀγνοεῖ ἀπὸ ἑσπέρας πνέοντα; ἀλλʼ ὅταν οὕτω φῇ, φυλάττει τὴν οἰκείαν αὐτοῦ τάξιν σὺν δʼ εὖρός τε νότος τε πέσον ζέφυρός τε δυσαὴς καὶ βορέης· ἢ τὴν Θρᾴκην οὐκ οἶδε μὴ προπίπτουσαν πέραν τῶν Παιονικῶν καὶ Θετταλικῶν ὀρῶν; ἀλλὰ καὶ ταύτην τὴν ἐφεξῆς κατὰ τοὺς Θρᾷκας εἰδὼς καὶ κατονομάζων τήν τε παραλίαν καὶ τὴν μεσόγαιαν Μάγνητας μέν τινας καὶ Μαλιεῖς καὶ τοὺς ἐφεξῆς Ἕλληνας καταλέγει μέχρι Θεσπρωτῶν, ὁμοίως δὲ καὶ τοῖς Παίοσι τοὺς ὁμόρους Δόλοπας καὶ
p.37
Σελλοὺς περὶ Δωδώνην μέχρις Ἀχελώου· Θρᾳκῶν δʼ οὐ μέμνηται περαιτέρω. εὐεπιφόρως δὲ ἔχει πρὸς τὴν ἐγγυτάτην καὶ γνωριμωτάτην ἑαυτῷ θάλατταν, ὡς καὶ ὅταν φῇ κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο.

εἰσὶ δέ τινες οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους βορέαν καὶ νότον, τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν, τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν εὖρον χειμερινῶν δὲ ἀπηλιώτην, δύσεων δὲ θερινῶν μὲν ζέφυρον χειμερινῶν δὲ ἀργέστην. τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῷ τὸν μὲν ἀργέστην τῷ νότῳ προσνέμειν ἀργεστᾶο Νότοιο, τὸν δὲ ζέφυρον τῷ βορέᾳ βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον. φησὶ δὲ Ποσειδώνιος μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ ταῦτα, οἷον Ἀριστοτέλη Τιμοσθένη Βίωνα τὸν ἀστρολόγον· ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν καικίαν, τὸν δὲ τούτῳ κατὰ διάμετρον ἐναντίον λίβα ἀπὸ δύσεως ὄντα χειμερινῆς· πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρον, τὸν δʼ ἐναντίον ἀργέστην· τοὺς δὲ μέσους ἀπηλιώτην καὶ ζέφυρον. τὸν δὲ ποιητὴν δυσαῆ μὲν ζέφυρον λέγειν τὸν ὑφʼ ἡμῶν καλούμενον ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὀλεροῦ πως ὄντος. ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ, ἀργεστᾶο νότοιο βαθείῃ λαίλαπι τύπτων. τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ λευκονότου συναγόμενα ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου. ταῦτα μὲν

p.38
δὴ ἐν ἀρχῇ τοῦ πρώτου τῶν γεωγραφικῶν εἰρημένα τοιαύτην τινὰ τὴν ἐπανόρθωσιν ἔχει.

Ἐπιμένων δὲ τοῖς περὶ Ὁμήρου ψευδῶς ὑποληφθεῖσι καὶ ταῦτά φησιν, ὅτι οὐδὲ τὰ τοῦ Νείλου στόματα οἶδε πλείω ὄντα οὐδʼ αὐτὸ τοὔνομα, Ἡσίοδος δὲ οἶδε· μέμνηται γάρ. τὸ μὲν οὖν ὄνομα εἰκὸς μήπω λέγεσθαι κατʼ αὐτόν· τὰ δὲ στόματα εἰ μὲν ἦν ἀφανῆ καὶ ὀλίγοις γνώριμα ὅτι πλείω καὶ οὐχ ἕν, δοίη τις ἂν μὴ πεπύσθαι αὐτόν· εἰ δὲ τῶν κατʼ Αἴγυπτον τὸ γνωριμώτατον καὶ παραδοξότατον καὶ μάλιστα πάντων μνήμης ἄξιον καὶ ἱστορίας ὁ ποταμὸς καὶ ἦν καὶ ἐστίν, ὡς δʼ αὕτως αἱ ἀναβάσεις αὐτοῦ καὶ τὰ στόματα, τίς ἂν ἢ τοὺς ἀγγέλλοντας αὐτῷ ποταμὸν Αἴγυπτον καὶ χώραν καὶ Θήβας Αἰγυπτίας καὶ Φάρον ὑπολάβοι μὴ γνωρίζειν ταῦτα, ἢ γνωρίζοντας μὴ λέγειν, πλὴν εἰ μὴ διὰ τὸ γνώριμον; ἔτι δʼ ἀπιθανώτερον, εἰ τὴν μὲν Αἰθιοπίαν ἔλεγε καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ τὴν ἔξω θάλατταν καὶ τὸ διχθὰ δεδάσθαι τοὺς Αἰθίοπας, τὰ δʼ ἐγγὺς καὶ γνώριμα μή. εἰ δὲ μὴ ἐμνήσθη τούτων, οὐ τοῦτο σημεῖον τοῦ ἀγνοεῖν· οὐδὲ γὰρ τῆς αὐτοῦ πατρίδος ἐμνήσθη οὐδὲ πολλῶν ἄλλων, ἀλλὰ μᾶλλον τὰ λίαν γνώριμα ὄντα φαίη τις ἂν δόξαι μὴ ἄξια μνήμης εἶναι πρὸς τοὺς εἰδότας.

οὐκ εὖ δὲ οὐδὲ τοῦτο προφέρουσιν αὐτῷ τὸ περὶ τῆς νήσου τῆς Φαρίας, ὅτι φησὶ πελαγίαν, ὡς κατʼ ἄγνοιαν λέγοντι· τοὐναντίον γὰρ κἂν μαρτυρίῳ χρήσαιτό τις τούτῳ πρὸς τὸ μὴ ἀγνοεῖσθαι μηδὲν ὑπὸ τοῦ ποιητοῦ τῶν εἰρημένων ἀρτίως περὶ τὴν Αἴγυπτον. γνοίης δʼ ἂν οὕτως· ἀλαζὼν δὴ πᾶς ὁ πλάνην αὑτοῦ διηγούμενος· τούτων δʼ ἦν καὶ ὁ Μενέλαος, ὃς ἀναβεβηκὼς μέχρις Αἰθιόπων ἐπέπυστο τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τὴν χοῦν ὅσην ἐπιφέρει τῇ χώρᾳ, καὶ

p.39
τὸν πρὸ τῶν στομάτων πόρον ὅσον ἤδη προσχώσας τῇ ἠπείρῳ προστέθεικεν, ὥστε εἰκότως ὑπὸ τοῦ Ἡροδότου καὶ τὴν ὅλην Αἴγυπτον τοῦ ποταμοῦ δῶρον λέγεσθαι· κἂν εἰ μὴ τὴν ὅλην, τήν γε ὑπὸ τῷ Δέλτα τὴν κάτω χώραν προσαγορευομένην. ἱστόρησε δὲ καὶ τὴν Φάρον πελαγίαν οὖσαν τὸ παλαιόν· προσεψεύσατο δὴ καὶ τὸ πελαγίαν εἶναι, καίπερ μηκέτι πελαγίαν οὖσαν. ὁ δὲ ταῦτα διασκευάζων ὁ ποιητὴς ἦν· ὥστʼ ἐκ τούτων εἰκάζειν ὅτι καὶ τὰς ἀναβάσεις ᾔδει καὶ τὰ στόματα τοῦ Νείλου.

̔η δʼ αὐτὴ ἁμαρτία καὶ περὶ τοῦ ἀγνοεῖν τὸν ἰσθμὸν τὸν μεταξὺ τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Ἀραβίου κόλπου καὶ περὶ τοῦ ψευδῶς λέγεσθαι Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. καὶ γὰρ τοῦτο ἐκείνου λέγοντος καλῶς ἐπιτιμῶσιν οἱ ὕστερον οὐκ εὖ. τοσούτου γὰρ δεῖ τοῦτʼ ἀληθὲς εἶναι τὸ ἀγνοεῖν Ὅμηρον τὸν ἰσθμὸν τοῦτον, ὥστε ἐκεῖνον μέν φημι μὴ εἰδέναι μόνον, ἀλλὰ καὶ ἀποφαίνεσθαι ἄντικρυς, τοὺς δὲ γραμματικοὺς μηδὲ λέγοντος ἐκείνου αἰσθάνεσθαι ἀπὸ Ἀριστάρχου καὶ Κράτητος τῶν κορυφαίων ἐν τῇ ἐπιστήμῃ ταύτῃ. εἰπόντος γὰρ τοῦ ποιητοῦ Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, περὶ τοῦ ἐπιφερομένου ἔπους διαφέρονται, ὁ μὲν Ἀρίσταρχος γράφων οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος, ὁ δὲ Κράτης ἠμὲν δυσομένου Ὑπερίονος, ἠδʼ ἀνιόντος, οὐδὲν διαφέρον πρὸς τὴν ἑκατέρου ὑπόθεσιν οὕτως ἢ ἐκείνως γράφειν. ὁ μὲν γὰρ ἀκολουθῶν τοῖς μαθηματικῶς λέγεσθαι δοκοῦσι τὴν διακεκαυμένην ζώνην κατέχεσθαί φησιν ὑπὸ τοῦ ὠκεανοῦ· παρʼ ἑκάτερον δὲ ταύτης εἶναι τὴν εὔκρατον, τήν τε καθʼ ἡμᾶς καὶ τὴν ἐπὶ θάτερον μέρος. ὥσπερ οὖν οἱ παρʼ ἡμῖν Αἰθίοπες οὗτοι λέγονται οἱ πρὸς μεσημβρίαν

p.40
κεκλιμένοι παρʼ ὅλην τὴν οἰκουμένην ἔσχατοι τῶν ἄλλων παροικοῦντες τὸν ὠκεανόν, οὕτως οἴεται δεῖν καὶ πέραν τοῦ ὠκεανοῦ νοεῖσθαί τινας Αἰθίοπας ἐσχάτους τῶν ἄλλων τῶν ἐν τῇ ἑτέρᾳ εὐκράτῳ, παροικοῦντας τὸν αὐτὸν τοῦτον ὠκεανόν· διττοὺς δὲ εἶναι καὶ διχθὰ δεδάσθαι ὑπὸ τοῦ ὠκεανοῦ. προσκεῖσθαι δὲ τὸ ἠμὲν δυσομένου Ὑπερίονος, ἠδʼ ἀνιόντος, ὅτι τοῦ ζωδιακοῦ κατὰ κορυφὴν ὄντος ἀεὶ τῷ ἐν τῇ γῇ ζωδιακῷ, τούτου δʼ οὐκ ἐκβαίνοντος ἔξω τῆς Αἰθιόπων ἀμφοῖν τῇ λοξώσει, ἀνάγκη καὶ τὴν πάροδον τοῦ ἡλίου πᾶσαν ἐν τῷ πλάτει τούτῳ νοεῖσθαι, καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις συμβαίνειν ἐνταῦθα ἄλλας ἄλλοις καὶ κατʼ ἄλλα ἢ ἄλλα σημεῖα. εἴρηκε μὲν οὕτως ἀστρονομικώτερον νομίσας· ἦν δὲ καὶ ἁπλούστερον εἰπεῖν αὐτὸ σώζοντα τὸ οὕτω διῃρῆσθαι δίχα τοὺς Αἰθίοπας, ὡς εἴρηται, ὅτι ἀφʼ ἡλίου ἀνιόντος μέχρι δύσεως ἐφʼ ἑκάτερα παροικοῦσι τῷ ὠκεανῷ Αἰθίοπες. τί οὖν διαφέρει πρὸς τὸν νοῦν τοῦτον ἢ οὕτως εἰπεῖν ὥσπερ αὐτὸς γράφει, ἢ ὡς Ἀρίσταρχος οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος; καὶ γὰρ τοῦτʼ ἐστὶ καὶ πρὸς δύσιν καὶ πρὸς ἀνατολὴν ἐφʼ ἑκάτερα τοῦ ὠκεανοῦ οἰκεῖν. ὁ δʼ Ἀρίσταρχος ταύτην μὲν ἐκβάλλει τὴν ὑπόθεσιν, δίχα δὲ μεμερισμένους οἴεται λέγεσθαι τοὺς καθʼ ἡμᾶς Αἰθίοπας τοὺς τοῖς Ἕλλησι πρὸς μεσημβρίαν ἐσχάτους. τούτους δὲ μὴ μεμερίσθαι δίχα ὥστε εἶναι δύο Αἰθιοπίας, τὴν μὲν πρὸς ἀνατολὴν τὴν δὲ πρὸς δύσιν, ἀλλὰ μίαν μόνην τὴν πρὸς μεσημβρίαν κειμένην τοῖς Ἕλλησιν, ἱδρυμένην δὲ κατʼ Αἴγυπτον. τοῦτο δὲ ἀγνοοῦντα τὸν ποιητήν, ὥσπερ καὶ τὰ ἄλλα, ὅσα εἴρηκεν Ἀπολλόδωρος ἐν τῷ περὶ νεῶν καταλόγου δευτέρῳ, καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα.

πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως

p.41
οὐδὲν ὄντος πρὸς τὰ νῦν. Ἀριστάρχου δὲ τοῦτο μὲν ἐπαινῶμεν, διότι τὴν Κρατήτειον ἀφεὶς ὑπόθεσιν δεχομένην πολλὰς ἐνστάσεις περὶ τῆς καθʼ ἡμᾶς Αἰθιοπίας ὑπονοεῖ γεγονέναι τὸν λόγον· τὰ δʼ ἄλλα ἐπισκοπῶμεν. καὶ πρῶτον ὅτι καὶ αὐτὸς μικρολογεῖται μάτην περὶ τῆς γραφῆς. καὶ γὰρ ἂν ἑκατέρως γράφηται, δύναται ἐφαρμόττειν τοῖς νοήμασιν αὐτοῦ. τί γὰρ διαφέρει λέγειν ἢ οὕτως δύο εἰσὶ καθʼ ἡμᾶς Αἰθίοπες, οἱ μὲν πρὸς ἀνατολὰς οἱ δὲ πρὸς δύσεις, ἢ οὕτως καὶ γὰρ πρὸς ἀνατολὰς καὶ πρὸς δύσεις; ἔπειθʼ ὅτι ψευδοῦς προΐσταται δόγματος. φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν, τῆς δὲ κατʼ Αἴγυπτον Αἰθιοπίας μεμνῆσθαι ὅταν φῇ Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται. πῶς οὖν; οὐ διχθὰ δεδαίαται οὕτως, ἀλλʼ ἀγνοῶν οὕτως εἴρηκεν ὁ ποιητής; πότερʼ οὐδʼ ἡ Αἴγυπτος, οὐδʼ οἱ Αἰγύπτιοι ἀπὸ τοῦ Δέλτα ἀρξάμενοι μέχρι πρὸς Συήνην ὑπὸ τοῦ Νείλου δίχα διῄρηνται οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος; τί δʼ ἄλλο ἡ Αἴγυπτός ἐστι πλὴν ἡ ποταμία,[*](post ποταμία· νῆσος.) ἣν ἐπικλύζει τὸ ὕδωρ; αὕτη δʼ ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ κεῖται πρὸς ἀνατολὴν καὶ δύσιν. ἀλλὰ μὴν ἡ Αἰθιοπία ἐπʼ εὐθείας ἐστὶ τῇ Αἰγύπτῳ καὶ παραπλησίως ἔχει πρός τε τὸν Νεῖλον καὶ τὴν ἄλλην φύσιν τῶν τόπων. καὶ γὰρ αὕτη στενή τέ ἐστι καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ δʼ ἔξω τῆς ἐπικλύστου ἔρημά τε καὶ ἄνυδρα καὶ σπανίως οἰκεῖσθαι δυνάμενα, τὰ μὲν πρὸς ἕω τὰ δὲ πρὸς δύσιν κεκλιμένα. πῶς οὖν οὐχὶ καὶ δίχα διῄρηται; ἢ τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθʼ ὅριον ἐφάνη ὁ Νεῖλος, μῆκος μὲν ἀνατείνων ἐπὶ τὴν μεσημβρίαν πλειόνων ἢ μυρίων σταδίων, πλάτος δέ, ὥστε
p.42
καὶ νήσους ἀπολαμβάνειν μυριάνδρους, ὧν μεγίστη ἡ Μερόη τὸ βασίλειον καὶ μητρόπολις τῶν Αἰθιόπων, αὐτὴν δὲ τὴν Αἰθιοπίαν οὐχ ἱκανὸς ἦν διαιρεῖν δίχα; καὶ μὴν οἵ γε ἐπιτιμῶντες τοῖς τὰς ἠπείρους τῷ ποταμῷ διαιροῦσι τῶν ἐγκλημάτων τοῦτο μέγιστον προφέρουσιν αὐτοῖς, ὅτι τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν διασπῶσι καὶ ποιοῦσι τὸ μέν τι μέρος ἑκατέρας αὐτῶν Λιβυκόν, τὸ δʼ Ἀσιατικόν· ἢ εἰ μὴ βούλονται τοῦτο, ἢ οὐ διαιροῦσι τὰς ἠπείρους ἢ οὐ τῷ ποταμῷ.

χωρὶς δὲ τούτων ἐστὶ καὶ ἄλλως διαιρεῖν τὴν Αἰθιοπίαν. πάντες γὰρ οἱ παραπλεύσαντες τῷ ὠκεανῷ τὴν Λιβύην, οἵ τε ἀπὸ τῆς Ἐρυθρᾶς καὶ οἱ ἀπὸ τῶν στηλῶν, μέχρι ποσοῦ προελθόντες εἶτα ἀνέστρεψαν ὑπὸ πολλῶν ἀποριῶν κωλυόμενοι, ὥστε καὶ πίστιν κατέλιπον τοῖς πολλοῖς, ὡς τὸ μεταξὺ διείργοιτο ἰσθμῷ· καὶ μὴν σύρρους ἡ πᾶσα Ἀτλαντικὴ θάλαττα, καὶ μάλιστα ἡ κατὰ μεσημβρίαν. ἅπαντες δὲ οὗτοι τὰ τελευταῖα χωρία, ἐφʼ ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν καὶ ἀπήγγειλαν οὕτως. τί οὖν ἄλογον, εἰ καὶ Ὅμηρος ὑπὸ τοιαύτης ἀκοῆς ἀχθεὶς δίχα διῄρει, τοὺς μὲν πρὸς ἀνατολὴν λέγων, τοὺς δὲ πρὸς δύσιν, τῶν μεταξὺ οὐ γινωσκομένων εἴτε εἰσὶν εἴτε μὴ εἰσίν; ἀλλὰ μὴν καὶ ἄλλην τινὰ ἱστορίαν εἴρηκεν παλαιὰν Ἔφορος, ᾗ οὐκ ἄλογον ἐντυχεῖν καὶ Ὅμηρον. λέγεσθαι γάρ φησιν ὑπὸ τῶν Ταρτησσίων Αἰθίοπας τὴν Λιβύην ἐπελθόντας μέχρι αὐάσεως τοὺς μὲν αὐτοῦ μεῖναι, τοὺς δὲ καὶ τῆς παραλίας κατασχεῖν πολλήν· τεκμαίρεται δʼ ἐκ τούτου καὶ Ὅμηρον εἰπεῖν οὕτως Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν.

ταῦτά τε δὴ πρὸς τὸν Ἀρίσταρχον λέγοι ἄν τις καὶ πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ καὶ ἄλλα τούτων ἐπιεικέστερα, ἀφʼ ὧν τὴν πολλὴν ἄγνοιαν ἀφαιρήσεται

p.43
τοῦ ποιητοῦ. φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλήνων δόξαν, ὥσπερ τὰ πρὸς βορρᾶν μέρη τὰ γνώριμα ἑνὶ ὀνόματι Σκύθας ἐκάλουν ἢ νομάδας, ὡς Ὅμηρος, ὕστερον δὲ καὶ τῶν πρὸς ἑσπέραν γνωσθέντων Κελτοὶ καὶ Ἴβηρες ἢ μικτῶς Κελτίβηρες καὶ Κελτοσκύθαι προσηγορεύοντο, ὑφʼ ἓν ὄνομα τῶν καθʼ ἕκαστα ἐθνῶν ταττομένων διὰ τὴν ἄγνοιαν, οὕτω τὰ μεσημβρινὰ πάντα Αἰθιοπίαν καλεῖσθαι τὰ πρὸς ὠκεανῷ. μαρτυρεῖ δὲ τὰ τοιαῦτα. ὅ τε γὰρ Αἰσχύλος ἐν Προμηθεῖ τῷ λυομένῳ φησὶν οὕτω φοινικόπεδόν τʼ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης, χαλκοκέραυνόν τε παρʼ ὠκεανῷ λίμναν παντοτρόφον Αἰθιόπων, ἵνʼ ὁ παντόπτας Ἥλιος αἰεὶ χρῶτʼ ἀθάνατον κάματόν θʼ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει. παρʼ ὅλον γὰρ τὸ μεσημβρινὸν κλίμα τοῦ ὠκεανοῦ ταύτην πρὸς τὸν ἥλιον ἴσχοντος τὴν χρείαν καὶ τὴν σχέσιν, παρʼ ὅλον καὶ τοὺς Αἰθίοπας τάττων φαίνεται. ὅ τʼ Εὐριπίδης ἐν τῷ Φαέθοντι τὴν Κλυμένην δοθῆναί φησι Μέροπι τῆσδʼ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί· καλοῦσι δʼ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θʼ ἱπποστάσεις. νῦν μὲν δὴ κοινὰς ποιεῖται τὰς ἱπποστάσεις τῇ τε Ἠοῖ καὶ τῷ Ἡλίῳ, ἐν δὲ τοῖς ἑξῆς πλησίον αὐτάς φησιν εἶναι τῇ οἰκήσει τοῦ Μέροπος· καὶ ὅλῃ γε τῇ δραματουργίᾳ τοῦτο παραπέπλεκται, οὐ δή που τῆς κατʼ Αἴγυπτον ἴδιον ὄν, μᾶλλον δὲ τῆς παρʼ ὅλον τὸ μεσημβρινὸν κλίμα διηκούσης παραλίας.