Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τῶν δʼ ἑσπερίων ἀνδρῶν καὶ τὴν εὐδαιμονίαν ἐμφανίζει καὶ τὴν εὐκρασίαν τοῦ περιέχοντος, πεπυσμένος, ὡς ἔοικε, τὸν Ἰβηρικὸν πλοῦτον, ἐφʼ ὃν καὶ Ἡρακλῆς ἐστράτευσε καὶ οἱ Φοίνικες ὕστερον, οἵπερ καὶ κατέσχον τὴν πλείστην ἀρχήν, μετὰ δὲ ταῦτα Ῥωμαῖοι· ἐνταῦθα γὰρ αἱ τοῦ ζεφύρου πνοαί, ἐνταῦθα δὲ καὶ τὸ Ἠλύσιον ποιεῖ πεδίον ὁ ποιητής, εἰς ὃ πεμφθήσεσθαί φησι τὸν Μενέλαον ὑπὸ τῶν θεῶν ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, τῇ περ ῥηίστη βιοτὴ πέλει· οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολύς, ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι.

p.3

καὶ αἱ τῶν μακάρων δὲ νῆσοι πρὸ τῆς Μαυρουσίας εἰσὶ τῆς ἐσχάτης πρὸς δύσιν, καθʼ ὃ μέρος συντρέχει καὶ τῆς Ἰβηρίας τὸ ταύτῃ πέρας· ἐκ δὲ τοῦ ὀνόματος δῆλον ὅτι καὶ ταύτας ἐνόμιζον εὐδαίμονας διὰ τὸ πλησιάζειν τοιούτοις χωρίοις.

Ἀλλὰ μὴν ὅτι γε καὶ οἱ Αἰθίοπες ἐπὶ τῷ ὠκεανῷ ἔσχατοι, δηλοῖ· ὅτι μὲν ἔσχατοι Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν. οὐδὲ τοῦ διχθὰ δεδαίαται φαύλως λεγομένου, ὡς δειχθήσεται ὕστερον· ὅτι δʼ ἐπὶ τῷ ὠκεανῷ Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα. ὅτι δὲ καὶ ἡ πρὸς ταῖς ἄρκτοις ἐσχατιὰ παρωκεανῖτίς ἐστιν, οὕτως ᾐνίξατο εἰπὼν περὶ τῆς ἄρκτου οἴη δʼ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο. διὰ μὲν γὰρ τῆς ἄρκτου καὶ τῆς ἁμάξης τὸν ἀρκτικὸν δηλοῖ· οὐ γὰρ ἂν τοσούτων ἀστέρων ἐν τῷ αὐτῷ χωρίῳ περιφερομένων τῷ ἀεὶ φανερῷ οἴην ἄμμορον εἶπε λοετρῶν ὠκεανοῖο. ὥστʼ οὐκ εὖ ἀπειρίαν αὐτοῦ καταγινώσκουσιν, ὡς μίαν ἄρκτον ἀντὶ δυεῖν εἰδότος· οὐδὲ γὰρ εἰκὸς ἦν πω τὴν ἑτέραν ἠστροθετῆσθαι, ἀλλʼ ἀφʼ οὗ οἱ Φοίνικες ἐσημειώσαντο καὶ ἐχρῶντο πρὸς τὸν πλοῦν παρελθεῖν καὶ εἰς τοὺς Ἕλληνας τὴν διάταξιν ταύτην, ὥσπερ καὶ τὸν Βερενίκης πλόκαμον καὶ τὸν Κάνωβον ἐχθὲς καὶ πρώην κατωνομασμένον, πολλοὺς δʼ ἔτι νῦν ἀνωνύμους ὄντας, καθάπερ καὶ Ἄρατός φησιν. οὐδὲ Κράτης οὖν ὀρθῶς γράφει οἶος δʼ ἄμμορός ἐστι λοετρῶν, φεύγων τὰ μὴ φευκτά. βελτίων δʼ Ἡράκλειτος καὶ ὁμηρικώτερος, ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων ἠοῦς καὶ ἑσπέρης τέρματα ἡ ἄρκτος, καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός. ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, οὐχ ἡ ἄρκτος. διὰ μὲν δὴ τῆς ἄρκτου, ἣν καὶ ἅμαξαν καλεῖ καὶ τὸν Ὠρίωνα

p.4
δοκεύειν φησί, τὸν ἀρκτικὸν δηλοῖ, διὰ δὲ τοῦ ὠκεανοῦ τὸν ὁρίζοντα, εἰς ὃν καὶ ἐξ οὗ τὰς δύσεις καὶ τὰς ἀνατολὰς ποιεῖται. εἰπὼν δὲ αὐτοῦ στρέφεσθαι καὶ ἀμοιρεῖν τοῦ ὠκεανοῦ οἶδεν ὅτι κατὰ σημεῖον τὸ ἀρκτικώτατον τοῦ ὁρίζοντος γίνεται ὁ ἀρκτικός. ἀκολούθως δὴ τούτῳ τὸ ποιητικὸν ἁρμόσαντες τὸν μὲν ὁρίζοντα ὀφείλομεν δέχεσθαι τὸν ἐπὶ τῆς γῆς οἰκείως τῷ ὠκεανῷ, τὸν δʼ ἀρκτικὸν τῆς γῆς ἁπτόμενον ὡς ἂν πρὸς αἴσθησιν κατὰ τὸ ἀρκτικώτατον τῆς οἰκήσεως σημεῖον· ὥστε καὶ τοῦτο τὸ μέρος τῆς γῆς κλύζοιτʼ ἂν τῷ ὠκεανῷ κατʼ αὐτόν. καὶ τοὺς ἀνθρώπους δὲ οἶδε τοὺς προσβόρρους μάλιστα, οὓς ὀνομαστὶ μὲν οὐ δηλοῖ (οὐδὲ γὰρ νῦν που κοινὸν αὐτοῖς ὄνομα κεῖται πᾶσι), τῇ διαίτῃ δὲ φράζει, νομάδας αὐτοὺς ὑπογράφων καὶ ἀγαυοὺς ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε.