Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Τὸ βασιλικὸν βοίδιον: ἐπὶ Ππολεμαίου τοῦ νέου βοῦς ἔτεκεν ἓξ βοίδια. Λέγεται οὖν ἐπὶ τῶν πολυτόκων.

Τίς ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους.

Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος, ἐπὶ τῆς γλώσσης τοῦ μεθύοντος: ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλήθειαν λεγόντων.

Τὸ πέλαγος πρότερον οἴσει ἄμπελον: ἐπὶ τῶν ἀδυνάτων.

Τὸν καπνὸν φεύγων, εἰς τὸ πῦρ ἐνέπεσον: ἐπὶ τῶν τὰ μικρὰ τῶν δεινῶν φευγόντων, καὶ εἰς μείζονα δεινὰ ἐμπιπτόντων.

Τίς πατέρ’ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα: ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα ἀπορίᾳ ἰδίᾳ προφερόντων. Ὁμοία τῇ, Κατὰ σαυτὸν ἔλαυνε. Καὶ, Ἣν ἔλαχες Σπάρταν κόσμει. Παραινεῖ γὰρ μὴ τοῖς ** ὑπὲρ ἀξίαν ἐπιπηδᾶν.

Τιτᾶνας καλεῖν: ἐπὶ τῶν κεκραγότων τινὰς εἰς βοήθειαν.

Τὸν ξύοντα δ’ ἀντιξύειν: ἐπὶ τῶν διὰ χάριν χάριτας ποιούντων.

Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας: Ἀρταφέρνου τοῦτο τοῦ Περσῶν βασιλέως. Καὶ γὰρ Ἱστιαῖον οὗτος ἠτιᾶτο τῆς Ἰώνων ἀποστασίας, ὁ δὲ ἠρνεῖτο, καὶ εἰς Ἀρισταγόραν μετέφερε τὴν αἰτίαν· οὗ τὸ δόλιον ἀνακαλύπτων ὁ σατράπης, εἰς αὐτὸν τοῦτο εἶπε. Λέγεται δὲ ἐπὶ τῶν τὰ ἑαυτῶν ἐγκλήματα ἄλλοις πανούργως προςαπτόντων.

Τἄλλα φιλώμεθα, τἄλλα μὲν ἀγαπώμεθα: κατὰ τοῦτο, Οὐ συμφημὶ οὐδὲ συναινῶ.

Τέλος ὅρα βίου: τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε Κροίσῳ.

Τί πρὸς τὸν Ἑρμῆν: ἀντὶ τοῦ, πρὸς τὸν λόγον.

Τὸν Μίδα πλοῦτον, καὶ Κροίσου, καὶ Κυνήρου: ἐν ὑπερβολῇ ταῦτα.

Τὸ οὐ Φιλοξένου: ἐπὶ τῶν πολλάκις ἀρνουμένων· Φιλόξενος † γὰρ Διονύσιον καλῶν, οὐδὲν ἄλλο ἀπεκρίνατο οὗτος, εἰ μὴ οὐ οὐ.

Τῷ θρίῳ τὴν ἐγχέλυν: θρίον, τὸ φύλλον τῆς συκῆς· τραχὺ γάρ ἐστιν, αἱ δὲ ἐγχέλυς ὀλισθηραί· πρὸς τὸ λαμβάνειν οὖν αὐτὰς κατάλληλον δοκεῖ.

Τὴν θύραν ἔχει τετριμμένην ὥςπερ αἱ ποῖμναι: ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροςπελάστου.

Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἐπισφαλῶς νοσούντων. Καὶ γὰρ εἰώθαμεν στεφανοῦν σελίνοις τὰ μνήματα.

Τενέδιος πέλεκυς: ἐπὶ τῶν πικρῶς ἢ μᾶλλον συντόμως ἀποκοπτόντων τὰς ζητήσεις, ἢ καὶ τἄλλα πράγματα. Ἢ ἐπὶ τῶν ὠμῶν νόμων. Νόμον γάρ τις ἔταξε παρ’ αὐτοῖς, τὸν καταλαβόντα μοιχὸν πελέκει κόπτειν.

Ὑπὸ παντὶ λίθῳ σκορπίος εὕδει: ἐπὶ τῶν κακοηθῶν λέγεται.

Ὗς ἐκώμασεν: ἐπὶ τῶν ἀσέμνως τι ποιούντων, καὶ παρ’ ἀξίαν ἐπαιρομένων ἐπί τισιν εὐπραγίαις.