Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Οὐ φελλίνας ὁ ἀγών: οἷον, οὐ στεφανίτης, ἀλλὰ χρηματίτης. Ἔλεγον δὲ ἐπὶ τῶν ἀργύριον τελούντων.

Πάντα κινήσω πέτρον: ὁμοία τῇ, Πάντα λίθον κινήσω. Ἐπὶ οὖν τῶν πάντα τρόπον ἐπινοούντων ὥστς ποιῆσαι ὃ βούλονται ἡ παροιμία λέγεται.

Παρὰ κωφῷ ἀποπέρδειν:

Παρεξηνλημένος τὸν νοῦν: οἷον, ἀμυδρὸν, ἢ ὑπὸ γήρως διεφθορότα ἔχων τὸν νοῦν.

Πρεσβύτερος Κόδρου: ἐπὶ τῶν παλάων καὶ πολυχρονίων.

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: Ἀγκαῖος ἄμπελον φυτεύων βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ γεύσασθαι αὐτὸν τῆς ἀμπέλου. Ἐπεὶ οὖν ὁ καρπὸς ἐπεφθάκει, τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ προςφέρειν τὴν κύλικα τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ στίχου. Καὶ τούτων λεγομένων, ἄλλος οἰκέτης ἦλθεν ἀπαγγέλλων ὡς ὗς τὴν χώραν λυμαίνεται· ὁ δὲ ὁρμήσας ἀνῃρέθη.

Πατρόκλειος πρόφασις: ἐπὶ τῶν μὴ δυναμένων διὰ φόβον θρηνεῖν τὰς οἰκείας συμφορὰς, ἐξ ἑτέρων δὲ θλίψεων αὐτὰς ἀποκλαιόντων.

Πᾶσα γῇ πατρίς:

Πεύκης τρόπον: κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυ μένων. Παρόσον ἡ πεύκη κοπεῖσα οὐ φύει.

Πλίνθον πλύνεις, Χαμαὶ ἀντλεῖς: ἐπὶ τῶν ἀδυνάτων.

Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήστων.

Προμέρου κύνες: τοῦτόν φασιν οἰκέτην ὄντα βασιλικὸν μισῆσαι καθ’ ὑπερβολὴν τῶν τραγῳδιῶν τὸν ποιητὴν Εὐριπίδην, ἐπαφεῖναί τε αὐτῷ κύνας ἀγρίους, οἵ τοῦτον κατεθοινήσαντο.

Πτολεμαῒς ἡ δίκη: πρεσβύτις ἦν αὕτη, ἕως ἀπέθανε δίκας λέγουσα καὶ μήποτε ἀπαλλαγῆναι βουλομένηῃ τῶν δικῶν.

Πρὸς κώρυκον γυμνάζεσθαι: ἐπὶ τῶν διακενῆς μοχθούντων.

Πρόκριδος ἄκοντα: ἐπὶ τῶν πάντα νικώντων. Τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐνίκα.

Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. Ὁμοία τῇ, Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δῶμα γελᾷ. Καὶ, Ἅλμην τί κυκᾷς, πρὶν τοὺς ἰχθύας ἕλῃς;

Πρότερον χελώνη παραδραμεῖται δασύποδα: ἐπὶ τῶν ἀδυνάτων.

Προβάτων οὐδὲν ὄφελος, ἐὰν ποιμὴν ἀπῇ: ἐπὶ τοῦ ἀναγκαίου.

Πράγματ’ ἐξ ἀπραξίας: ἐπὶ τῶν παρὰ δόξαν καὶ ἐλπίδα συμβαινόντων.

Πρὸς κενὴν ψάλλεις: ἐπὶ τῶν μάτην πονούντων.