Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Νέμεσις δὲ παρὰ πόδας βαίνει: μέτεισι γὰρ ταχέως.

Νεβρῷ ἱππεύεις: ἐπὶ τῶν βραδέως γινομένων.

Νεκρῷ λέγων μύθους εἰς οὖς: ἐπὶ τοῦ μὴ ἐπαΐοντος.

Νεφέλας ξαίνειν: ἐπὶ ματαίου ἢ ἀδυνάτου.

Νοῦς οὐ παρὰ Κενταύροις: ἐπὶ τῶν ἐπιλησμόνων

καὶ πλεονεκτῶν. Παρόσον ὑπὸ πλεονεξίας ἀπάλοντο.

Νοῦν τὸν ξένον: ἐπὶ τῶν ὑφορωμένων τινά.

Νῦν εἰς χώραν ἦλθες: ἐπὶ τῶν· ὅπου ἀπηρνοῦντο μὴ ἐλθεῖν ἐλθόντων.

Νῦν ὀσπρίων ἄμητος: ἐπὶ τῶν καθ’ ὥραν πραττόντων πάντα.

Νῦν θεοὶ μάκαρες: ἐπὶ τῶν ἀξίως τιμωρουμένων ἐφ’ οἷς ἔπραξαν.

Νὺξ ὑγρά: ἐπὶ τῶν συμβαινόντων χαλεπῶν. Νύ κτα δασεῖαν, τὴν χειμερινήν φασι.

Νῦν γένοιτο σωθῆναι: ἀετὸς χελώνην ἁρπάσας ἠβούλετο ἀφ’ ὕψους καταβαλεῖν, ἡ δὲ, Νῦν γένοιτο, φησὶ, σωθῆναι· τοῦ δὲ λοιποῦ αὐτῇ μελήσει.

Ξυρὸς εἰς ἀκόνην: πρὸς τοὺς ὧν βούλονται τυγχάνοντας. Ὁμοία τῇ, Ὄνος εἰς ἄχυρα.

Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν: ὅτι δυςχερὲς ἐκ φαύλων ἀγαθοὺς ἀπεργάσασθαι.

Ξυγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις διαμαρτανόντων.

Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσός:

Ὀστράκων περιστροφή: ἐπὶ τῶν ἐκ κρειττόνων εἰς τὸ ἐναντίον μεταπιπτόντων, ἐκ μεταφορᾶς τῶν κυβευόντων. Ὀστρακίνοις γὰρ τὸ πάλαι χρώμενοι βώλοις, τῇ μεταβολῇ τούτων πολλάκις ἡττῶντο ἢ ἐνίκων.

Ὀλέθρου πείρατ’ ἐφῆπται: ἐπιδέδεται καὶ ηὐτρέπισται τὸ τοῦ ὀλέθρου ἡμῶν πέρας.

Ὄμπνιος χείρ: ἡ πλουσία. Ὄμπνιον νέφος, μέγα, πολὺ, ηὐξημένον.

Ὄνος ἄγει μυστήρια: ἐν τοῖς μυστηρίοις ἐξ ἄστεος ἐκόμιζον μετὰ τῶν ὄνων τὰς χρείας. Διὸ καὶ ἐκακοπάθουν οἱ ὄνοι. Ἐπὶ τῶν οὖν ἀναξίως τι βασταζόντων λαμβάνεται. Ὁμοία, Γαλῇ κροκωτόν· καὶ, Πίθηκος ἐν πορφύρᾳ.

Ὄνου πόκοι: ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν. Οὐδὲ γὰρ κείρεται ὄνος.