Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Αὐτὰ δι’ αὐτῶν: ἐπὶ τῶν ἀεὶ τὰ αὐτὰ λεγόντων.

Αὐτῷ κρητῆρι † γίνῃ κακά: ἐπὶ τῶν οἷς καθ’ ἑτέρων βουλεύονται, τούτοις περιπιπτόντων.

Ἄφθονοι Μουσῶν θύραι: ἐπὶ τῶν ἥκιστα φθονερῶς διακειμένων ἐν λόγοις.

Ἀφ’ ὑψηλοῦ μου χαταγελᾷς: οἷον, πάνυ μου καταγελᾷς. Ἐπὶ τῶν ἀφ’ ὕψους διαλεγομένων.

Ἀχνυμένη σκυτάλη: ἐπὶ τῶν λυπηρὰς ἀγγελίας ἀγγελλόντων. Ἐπὶ ξύλου γὰρ ἔθος ἦν εἱλοῦντας τὸ

γραφὲν, εἶτ’ ἀφειλοῦντας, οἷς ἐβούλοντο, πέμπειν· οἱ δὲ δεχόμενοι, ἴσῃ σκυτάλῃ ἐφειλοῦντες ἀνεγίνωσκον τὸ γραμματεῖον.

Ἄμυρις μαίνεται: ἐπὶ τῶν σωφρονούντων μὲν, δόξαν δέ τισι μανίας παρεχομένων. Ἄμυρις γάρ τις ἀκούσας χρησμοῦ λέγοντος, ὅτι ἕως τότε εὐδαίμονες ἔσονται Συβαρῖται, ἕως ἀνθρώπους θεῶν προτιμήσουσιν· εἶτα ἰδὼν μαστιγούμενον οἰκέτην ἐν ἱερῷ καὶ οὐδὲν τοῦ ἱεροῦ φροντίζοντα τὸν δεσπότην καὶ διὰ τοῦτο ἀποφυγόντα τὸν δοῦλον εἰς τὸ μνῆμα τὸ πατρῷον τοῦ μαστιγοῦντος καὶ τυχόντα φειδοῦς, συμβαλὼν τὸν χρησμὸν τέλος λαβεῖν, ἐξαργυρίσας τὴν οὐσίαν, ἀπεδήμησεν· ὃν ὁρῶντες ἔλεγον, Μαίνεται Ἄμυρις.

Ἄπαγε μόθων’ ἀπὸ κώπης: ἐπὶ τῶν δισχλούντων παρὰ καιρὸν τοῖς σπουδάζουσιν. Ὁ γὰρ. μόθων φορτικῆς ὀρχήσεως εἶδος.

Ἅπαντα τοῖς καλοῖσιν ἀνβράσι πρέπει: δῆ λον τοῦτο.

Ἀδελφὸς ἀνδρὶ παρείη: ὅτι προτιμητέον τοὺς οἰκείους.

Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν, ἁντιστρόφως τι ποιούντων.

Ἀναγυράσιος δαὶμων: ὠμότατος γάρ ὁ Ἀνα γυράσιος οὗτος.

Ἀποτίσεις χοῖρε γίγαρτα: οἷον ὧν κατέρα γες, ἀποδώσεις. πλείονα.

Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀπερισκέπτως τι ποιούντῶν, καὶ τὸ κατόπιν μὴ προορωμένων, ἀλλὰ καθ’ ὃ ἑαυτῶν ἐπιτελούντων.

Αὖθις αὗ Πυθῶδε ὁδός: ἐπὶ τῶν τὰ αὐτὰ

πολλάκις πραττόντων. Εἴρηται δὲ ἐπὶ τῶν ἐπιπύνθανο μένων.

Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπακεν: ἐπὶ τῶν μηδὲν ἑλκυσάντων· Εἴρηται δὲ ἐπὶ πώη ἁλιέων.

Ἀφ’ ἱερᾶς: ἀπὸ τῶν πεττευόντων μέτῆκται· ἐν γὰρ τῇ πεττείᾳ ἔστι τις κύκλος καλούμενος ἱερὸς, ὃν κι νοῦσιν ὕστατον.

Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τῶν ἐρωτικῶν.

Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας: οἷον, ἐπ’ αὐτὰ ἀφῖξαι τὰ πράγματα.

Ἄνθρωπος Εὔριπος: ἐπὶ τῶν, ῥᾷστα μεταβαλλομένων.

Ἀρχαϊκὰ φρονεῖν: ἀντὶ τοῦ εὐηθικά.