Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων κακὰ δὲ ἀντιλαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος.

Ἀνέμου πεδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων εἴρηται.

Ἂν ἡ λεοντῇ μὴ ἐξικῆται, τὴν ἀλωπεκῆν πρόςαψον: ὅτι ἐὰν μὴ φανερῶς δύνῃ ἀμύνασθαι, πανουργίᾳ χρῆσαι.

Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν.

Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. Πᾶν γὰρ τὸ σῶμα τῶν γερόντων ἀσθενές.

Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων.

Ἀντλεῖν ἀμφοτέραις: λείπει, χερσίν. Ἡ παροιμία δήλη.

Ἀνέμους γεωργεῖν: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας.

Ἀντὶ καποῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀνταποδιδόντων.

Ἄνθρακες ὁ θησαυρός: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Ὡς ὁ Λουκιανός· Ἄνθρακάς μοι τὸν θησαυρόν ἀπέφηνας.

Ἄξιος τοῦ παντὸς: ἐπὶ τῶν σφόδρα τιμίων.

Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν καὶ αἰδημόνων. Οἱ γὰρ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατὰ νόμιμον παλαιὸν τὰς ἀσπίδας φέροντες πομπεύουσιν.

Ἄξιος τριχός: ἐπὶ τῶν εὐτελῶν.

Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν: ἐπὶ τῶν ἀπὸ εὐτελῶν μὲν, ἐνδόξων δὲ γενομένων ἐκείνων.

Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμαργούντων· ἀπὸ τῶν περὶ τὰς Δαναΐδας πίθων.

Ἀφ’ ἵππων ἐπ’ ὄνους: ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων, οἷον ἀπὸ γραμματικῆς ἐπὶ ἡνιοχευτικὴν, ἢ ἄλλο τι τῶν οὐ σεμνῶν.

Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυςκόλων περιγινομένων.

Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀπὸ χειρόνων εἰς κρείττονα.

Ἀντ’ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιοί: ἐπὶ τῶν ἀχαρίστων.

Ἁλώνητον ἀνδράποδον: τὸ εὐτελὲς, τὸ πρὸς ἅλας ὠνηθέν. Ὅθεν καὶ Μένανδρος·

Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένος.