Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη· Θέλω κατεάξαι ταύτην τὴν ῥάβδον, καὶ κατέαξαν αὐτήν. Ὁ δὲ πάλιν ἐπέδωκε αὐτοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἡδυνήθησαν κατεάξαι αὐτάς. Ὁ δὲ ἔφη πρὸς αὐτούς· Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάβδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει.
Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.