Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλʼ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτο δὲ ὁ ἀετὸς ἔρριψε. Καὶ ἀναλαβόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιβήν.

Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἔκ τινος ἀντευεργετεῖν χρή· ὅ γὰρ ἀγαθὸν ποιήσεις. ἀντιδοθήσεταί σοι.

Γεωργῷ τινι ἀετὸς ἐθηρεύθη καὶ γνωσθεὶς ἀπελύθη. Ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε. Mετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης ἀπέρριψε τὸ ἀναληφθέν πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν· οὐ μακρῶς γὰρ ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταβολῇ ὁ ἀνήρ· μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος, ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύ-ψωμα καθέδρας.

Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ὁμοίως ἀντιποιεῖσθαι χρή.

Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν. Ὁ δὲ τοῦτον ἀμειβόμενος τῆς ἐλευθερίας, ἐπεὶ τοῦτον εἶδεν παρὰ σαθρὸν τοιχίον καθήμενον, κατελθὼν ἦρεν τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάρος. Ὁ δὲ ἀναστὰς ἐδίωκε τὸν ἀετὸν ἐπὶ πολὺ τόπου διάστημα. Ὁ δὲ ἀετὸς ὅπερ ἔλαβεν αὖθις ἔρριψεν· ὅπερ λαβὼν ὁ γεωργὸς καὶ ὑποστρέψας, ἐπεὶ τὸ τεῖχος εὗρε συμπεπτωκὸς ἐν ᾧπερ ἐκάθητο, τὸν ἀετὸν θαυμάσας τῆς ἀμοιβῆς ἀπεθαύμασε.