Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. Ὡ δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὐξατο τῷ Διὶ οὕτως, ὅτι, ἐὰν τὸν κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν
μόσχον. Ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω.Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν δυστυχούντων οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.