Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν

κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. Ὡ δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὐξατο τῷ Διὶ οὕτως, ὅτι, ἐὰν τὸν κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν

μόσχον. Ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω.

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν δυστυχούντων οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἄν τὸν λαβόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. Καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμῶνα εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. Ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἐὰν τὸν κλέπτην εὕρω· νῦν 〈δέ〉 ταῦρον σοι θύσειν ὑπισχνοῦμαί, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.

Ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Βοηλάτης ταῦρον ἀπώλεσεν· ηὔξατο δὲ τῷ θεῷ, εἰ τὸν κλέπτην εὕροι, ταῦρον ἐπιθύσειν. Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω.

῞Οτι ἀβούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμβαίνουσαν λύπην.

Βουθρέμμων τις ἐν ὄρει ταῦρον ἀπώλεσεν. Ταῦρον οὖν ἐπιθύσειν ηὔχετο τῷ θεῷ, εἰ τῷ κλέπτῃ ἐντύχοι. Ἐξαίφνης οὖν εὗρε τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον. Στενάξας οὖν ἔφη Βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν.

Ὅτι ἀβούλως οὐδὲ εὐχὴν ποιεῖσθαι χρή· ἄδηλον γὰρ τὸ συμδησόμενον.

Βουκόλος ταῦρον ἀπολέσας ηὔξατο τῷ Ἑρμῇ, εἰ τὸν κλέψαντα εὕροι, ἕτερον ταῦρον αὐτῷ θύσειν. Αἴφνης δὲ ἰδὼν λέοντα τοῦτον ἐσθίοντα εἶπεν· Καὶ ἕτερόν σοι, ᾧ Ἑρμη, βοῦν θύσω, εἰ τὸν κλέπτην ἐκφυγεῖν δυνηθείην.