Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελητὶ ἅλεσθαι. Ὁ δὲ ἕτερος

ἔλεγεν· ᾽Εὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι;

Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.

Βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. Ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καί καταλείψαντες ἐκείνην, ἄλλην ἐπεζήτουν. Παραχρῆμα οὖν ἐνέτυχον φρέατι βαθεῖ. Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ. Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. Ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· Εὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν;

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασι.

Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. Θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· Συγκατέλθωμεν, οὖτος, εἰς τόδε τὸ φρέαρ. Ὁ δὲ ὑπολαβὼν εἶπεν· Ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.

Βάτραχοι δύο, ξηρανθείσης τῆς λίμνης ἐν ἦ κατῴκουν, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Καὶ ἐλθόντες εἰς φρέαρ βαθὺ καὶ κύψαντες κάτω καὶ ἰδόντες τὸ ὕδωρ, ὁ μὲν εῖς συνεβούλευεν ἵνα πηδήσωσι παρευθὺς κάτω. Ὁ δὲ ἕτερος εἶπεν· Εἰ δὲ καὶ τοῦτο ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι;

Ὁ μῦθος δηλοῖ ἄνευ συμβουλῆς μὴ ποιεῖν τι.