Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι᾽ ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι. Καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. Χρόνῳ δέ τινι τοῦ ξύλου ἀκινήτως ὄντος κατεφρόνησαν ὥστε καὶ ἐπιβάντες ἐπάνωθεν πολεμεῖν ἀλλήλοις. Καὶ πάλιν ἐδέοντο τοῦ Διὸς τύραννον ἢ στρατηγὸν λαβεῖν. Ὁ δὲ βδελυχθεὶς αὐτοὺς ὕδρον ἔδωκε διαφθείροντα τοὺς βατράχους.

῞Οτι πολλοὶ φεύγοντες δουλεύειν εἰρηνικοῖς δεσπόταις καὶ ἄκοντες εἰς πονηροὺς ἐνέπεσον.

Οἱ βάτραχοι δέ ποτε πολεμούμενοι ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν. Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον ὅ κατιδόντες σιγὴν βάτραχοι ἔσχον, ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι. Χρόνου δὲ πολλοῦ προβεβηκότος ἤδη, κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου

διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν. Μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ. Ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις.