Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀνὴρ μεσοπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα ὑπῆρχεν, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. Ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Οὕτω τε συνέβη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι.

Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι.

Ἀνήρ τις μέσην ἔχων ἥβην δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτου ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς, ἕως [ἂν] αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων.

῞Οτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει· ἡ γὰρ γυνὴ θαλάσσῃ ὁμοιοῦται, ποτὲ μὲν γαληνιῶσα καὶ προσμειδιῶσα, ποτὲ δὲ ἀποπνίγουσα.

Ἀνήρ τις μεσῆλιξ δύο ἔσχεν ἑταίρας. Ἡ μὲν οὖν αὐτῶν τῷ χρόνῳ προέκοπτεν, ἡ δὲ τῇ νεότητι ἤκμαζεν. Ἔτιλλεν οὖν ἡ μὲν γραῦς τὸ μελάγχρουν τῶν τριχῶν ἐκείνου τῆς κεφαλῆς καὶ τοῦ πώγωνος· ἡ τρυφερὰ δὲ πάλιν ἐθέριζε τὰς λευκάς. Οὕτω τοίνυν ποιοῦσαι ἀμφότεραι φαλακρὸν τὸν τρισάθλιον καὶ βρεφύλλιον ἀπειργάασντο, οἷος δὴ καὶ ἧν ταῖς φρεσίν.

῞Οτι ὀλέθριον τὸ γυναιξὶ δουλοῦν ἑαυτόν.

Ἦν τις ἀμέριμνος καὶ τρυφαῖς σχολάζων Οὐκ ἦν πρεσβύτης, ἀλλʼ οὐδὲ νέος πάλιν, λευκὰς δὲ εἶχε καὶ μελαίνας τὰς τρίχας ὁμοῦ μιγείσας. Ὡς δὲ ἀνὴρ μεσῆλιξ ἐτύγχανεν, ἤρατο θηλειῶν δύο, μιᾶς μὲν πρέσβεως, ἑτέρας δὲ νέας.

Ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπα καὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχας συγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι. Ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν, ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας, ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις.

Οὕτως ἀνόητός ἐστιν ὁ ἀνὴρ ὁ γυναιξὶν ἑαυτὸν ἐκδοῦναι θέλων.

ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων οὐκ ἦν πρέσβυς, ἀλλʼ οὐδὲ παλινέος· λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας, ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων. Δύο γυναῖκας ἔσχεν ἐπὶ τοῦ οἴκου, τὴν μὲν μίαν γραῦ, τὴν δὲ ἑτέραν νέαν. Ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας, αὐτὸν θέλοντα γερώει ὅλως εἶναι, μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει. Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη, ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι, ἕως φαρακλῶν ἐποίησαν οἱ δύο, γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων.

Ὅτι κρείττων ἐστὶν τοὺς γεγηρακότας ἀπέχεσθαι τῶν νετέρων, ὅμως φεύγειν πάντας τὰς γυναῖκας· τὸ γὰρ γυναικῖον γένος θαλασσιωνιοῦται, ποτὲ γαλὺν ἢ ἀμειδιῶσα, ποτὲ δὲ ἀπατοῦσα ἀπεπνήγει.