Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὑρίσκει ἐν ταύτῃ, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. Τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην, εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. Τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χείρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. Οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας. ἐξῆλθεν οὐ προσφωνοῦσα. Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν διʼ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλώπηξ ἐπιστραφεῖσα ἔφη Ὡ οὗτος, ἀλλʼ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὄμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.

Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

Ἔφευγεν ἀλώπηξ, κυνηγὸς δὲ ἐπεδίωκεν. Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. Ὁ δὲ συνέθετο ἡ δὲ ἐκρύβη. Ἐλθὼν δὲ ὁ κυνηγὸς ἠρώτα τὸν δρυτόμον μὴ ἀλώπηξ ὧδε εἰσῆλθεν. Ὁ δὲ· Οὐκ εἶδον, εἶπεν, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπέδειξεν. Ὁ δὲ τῷ λόγῳ πιστεύσας. τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. Ἡ δὲ ἀλώπηξ γελῶσα ἐξῆλθεν. Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. Ἡ δὲ εἶπεν· Ἡκροασάμην πάντα·

ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας.

Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.

Ἀλώπηξ κυνηγοὺς φεύγουσα εἰς δρυμῶνα κατήντησε. Δρυτόμον δὲ ἰδοῦσα παρεκάλει τοῦτον ὁρκίζουσα μὴ προδώσειν τοῖς κυνηγοῖς. Ὁ δὲ συνέθετο τοῦτο ποιῆσαι. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο. Τῶν δὲ μὴ συνιέντων, ἡ ἀλώπηξ μετὰ ταῦτα ἐξῆλθεν ἐκφυγοῦσα τὸν κίνδυνον. Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· Ἄπελθε τὸ ζῆν παρʼ ἐμοῦ ἔχουσα. Ἡ δʼ ἀλώπηξ ἔφη· Οὐκ ἔχω σοι χὰριν· τῷ μὲν στόματι ἕσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας.