Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτόν, ἔφασαν ἐπιστραφεῖσαι· Ἀλλὰ καὶ διʼ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.

Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἱ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι,

λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι τὰς αἶγας ἤγαγεν. Εὖρε δὲ ἐκεῖ ἀγρίας αἶγας καὶ τράγους πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφείς, τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ. αἰ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος [γελάσας] εἰς τὸν οἶκον ἦλθε κενός.

Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων ἐπʼ ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γινομένου.

Ποιμὴν ἐν σπηλαίῳ 〈τὰς〉 αἶγας προσάγει ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους. Εὑρὼν δʼ ἀγρίας πλείονας ὦν κατέσχε πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ἅς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις. Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἅς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας· αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν. Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἅς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, εἰ μὴ τὴν ῥάβδον μετὰ τοῦ μαρσιπίου.

Ὁ λόγος δηλοῖ ὅτι οὐ χρὴ ἡμᾶς ἀμελεῖν τῶν ἰδίων.

Ἐν σπηλαίῳ τινὶ ἐρήμῳ αἰπόλος ἐν χειμῶνι τὰς ἑαυτοῦ αἶγας ἤγαγεν. Εὑρὼν δὲ ἐκεῖ ἀγρίους πλείους τῶν ἑαυτοῦ καί μεγίστας, καὶ τερφθεὶς ἐπὶ ταύταις, ταύτας τοῖς φύλλοις τῶν φύλων) διέτρεφε, τῶν ἑαυτοῦ ἀμελήσας παντάπασι. Τοῦ χειμῶνος δὲ παρελθόντος, αἱ μὲν ἄγριαι ἐπὶ τοῖς ὄρεσιν ἔφυγον, τὰς δὲ ἰδίας ζητῶν εὗρε πάσας τεθνηκυίας, καὶ στενάξας ἔφη· Ὦ μάταιος ἐγὼ, ὃς τῶν ἐμῶν μὲν ἀμελήσας ἐπὶ ταῖς ἀγρίαις αἰξὶ τὴν πᾶσαν φροντίδα ἐποιησάμην.