Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Οὔπω χαλινὸν ἵππος ᾔδει, οὐδὲ νῶτον ἀνθρώπῳ παρεῖχε πρὸς καθέδραν. Σῦς δὲ αὐτὸν ἄγριος ἔβλαπτε, τὴν χλόην ἣν ἐνέμετο κόπτων καὶ κατορύσσων καὶ τὸ ὕδωρ ταράσσων ἔνθα ἔπινε. Διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ καὶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. Ὁ δὲ εἶπεν· Ὅρκῳ πίστωσόν με ὅ λέγω σοι ποιήσειν. Ὁ δέ ἵππος ἐπείσθη. Ὁ δὲ εἶπεν· Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἁλλ’ ἐὰν χαλινὸν δέξῃ καί 〈με〉 τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καί τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς

φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπο τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη.

Ὅτι θυμὸς οἶδεν δουλῶσαι καὶ ταπεινῶσαι ἄνδρα γενναῖον καὶ πρὸς ἄμυναν [γενέσθαι] τοῦ ἀδικηκότος 〈ὡρμημένον〉.