Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· Ἄξιος τῆς νηὸς ὁ ναύκληρος.

Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.

Ἔχις ἐπί τινος φραγμοῦ ἐκ παλιούρων εὐνάζετο, ὃς ἦν ἐπ᾽ ἀμπέλῳ τοῦ ποταμοῦ πλησίον. Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμβρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη. Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος.

῞Οτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται.

Δράκων 〈ἐπὶ παλιούροις φερόμενος〉. Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον εἶχεν ἐπ᾽αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων. Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως, ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει. Τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη, ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον. Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη. Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.

Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπολοῦνται.

Ποταμοῦ πλησίον ἄμπελος ἦν· φραγμὸς δὲ ἦν αὐτῇ

παλίουροι. Πλημμύρας δὲ ὁ ποταμὸς ἐξέσυρε παλίουρον. Συνέβη δὲ δράκοντα ταῖς φολίσι συμπλακέντα τῇ παλιούρῳ φέρεσθαι. Εἷπε δέ τις ἰδών· Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου.

῞Οτι δικαίως κακοὶ σὺν κακοῖς ἀπόλλυνται.