Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύξαντες σπήλαιον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· Ἀλλ᾽ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀπολώσουσι.

Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.