Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς

αὑτήν· Ἀλλ᾽ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ᾽ ἣν κατέφυγον.

Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ.

Ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ᾽ ἠϊόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε. Παραπλέοντες δέ τινες καὶ τούτου στοχασάμενοι αὐτῆς κατετόξευσαν. Ἡ δ᾽ ἑαυτὴν ὠλοφύρετο ὡς ὑφ᾽ ἧς μὲν ἐδεδοίκει μηδὲν παθοῦσα, ἣν δ᾽ οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαβερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ᾽ ὠφέλιμα βλαβερά.