Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Δρυοτόμοι δρῦν ἔσχιζον. οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιήσαντες ἔσχιζον αὐτὴν 〈εὐκόλως). Ἡ δὲ ἔφη· Οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας.

῞Οτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων.

Δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ τῶν ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο Ἡ δέ· Οὐ τόσον κατὰ τῆς κοπτούσης 〈ἀξίνης〉, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ᾽ ὑμῶν τῶν ἐξ ἐμοῦ γεννωμένων σφηνῶν.

῞Οτι ἀπαισιώτερον τὸ ὑπὸ τῶν οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων.

Δρυτόμοι καὶ πεύκη. Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηθέντας σφῆνας.

Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.